Ancient Greek
ΒΙΒΔΙΟΝ ΠΡΩΤΟΝ
Porphyrius, De abstinentia 41
Not analysed yet
τί δὲ ἔδει καὶ μαραίνειν τὰ πάθη καὶ ἀπο- θνήσκειν ἀπʼ αὐτῶν καὶ τοῦτο μελετᾶν καθʼ ἡμέραν, εἰ οἷόν τʼ ἦν ἐνεργεῖν ἡμᾶς κατὰ νοῦν πρὸς τὰ θνητὰ συναπτομένους ἂνευ τῆς τοῦ νοῦ ἐπιβλέψεως, ὥς τινες ἀπεφαίνοντο; “νοῦς γὰρ ὁρᾷ καὶ νοῦς ἀκούει. ʼʼ εἰ δʼ ἐσθίων πολυτελῆ καὶ πίνων οἶνον τὸν ἥδιστον οἷός τε εἶ πρὸς τοῖς ἀύλοις εἶναι, διὰ τί οὐχὶ καὶ παλ- λακίσι συνὼν καὶ δρῶν ἅ μηδὲ λέγειν καλόν; παν- ταχοῦ γὰρ τοῦ ἐν ἡμῖν παιδὸς ἦν ταῦτα τὰ πάθη, καὶ ὅσῳ αἰσχρά, οὐ πρὸς αὐτὰ φήσεις κατασπᾶσθαι. τίς γὰρ ἡ διακλήρωσις τούτου, τὰ μὲν μὴ οἷόν τε εἶναι πάσχειν μὴ ὄντα πρὸς αὐτοῖς, τὰ δὲ ἕτερα συγχωρεῖν ἀποτελεῖν πρὸς τοῖς νοητοῖς ὄντα; οὐ γὰρ ὅτι τάμεν ὑπείληπται εἶναι αἰσχρὰ παρὰ τοῖς πολλοῖς, τὰ δὲ οὔ αἰσχρὰ γὰρ πάντα ὡς πρός γε τὴν κατὰ νοῦν ζωήν, καὶ πάντων ἀφεκτέον καθάπερ τῶν ἀφροδισίων. ὀλίγον δὲ τῇ φύσει τροφῶν συγχωρητέον διὰ τὴν τῆς γενέσεως ἀνάγκην. ὅπου γὰρ αἴσθησις καὶ ταύτης ἀντίληψις, ἐκεῖ τοῦ νοητοῦ ἡ ἀπόστασις· καὶ ὅσῳ τῆς ἀλογίας ἀνακίνησις, τόσῳ τοῦ νοεῖν ἀπόστασις. οὐ γὰρ ἐνδέχεται τῇδε κἀκεῖσε φερόμενον, ἐνταῦθα ὄντα, εἶναι ἐκεῖ. οὐ γὰρ μέρει ἡμῶν, ἀλλʼ ὅλοι τὰς προσοχὰς ποιούμεθα.