Ancient Greek · ~6 min
IBΔIΟN ΔΕΥΤΕΡΟΝ
Porphyrius, De abstinentia 41-2
Not analysed yet
τὸ μὲν γὰρ ποιητικὸν καὶ προσεξέκαυσεν τὰς ὑπολήψεις τῶν ἀνθρώπων τῷ χρῆσθαι φράσει πρὸς ἔκπληξιν καὶ γοητείαν πεποιημένῃ κήλησίν τε ἐμποιῆσαι καὶ πί- στιν περὶ τῶν ἀδυνατωτάτων δυναμένῃ· δέον ἐμπέ- δως πεπεῖσθαι ὅτι οὔτε τὸ ἀγαθὸν βλάπτει ποτὲ οὔτε τὸ κακὸν ὠφελεῖ· οὐ γὰρ θερμότητος, ὡς φη- σὶν Πλάτων, τὸ ψύχειν, ἀλλὰ τοῦ ἐναντίου· οὕτως οὐδὲ τοῦ δικαίου τὸ βλάπτειν. δικαιότατον δὲ δή― που φύσει πάντων τὸ θεῖον, ἐπεὶ οὐδʼ ἂν ἦν θεῖον. οὐκοῦν ἀποτετμῆσθαι δεῖ ταύτην τὴν δύναμιν καὶ μοῖραν τῶν δαιμόνων τῶν ἀγαθοεργῶν. ἡ γὰρ βλά- πτειν πεφυκυῖά τε καὶ βουλομένη ἐναντία τῇ ἀγα- θοεργῷ· τὰ δʼ ἐναντία περὶ τὸ αὐτὸ οὐκ ἄν ποτε γένοιτο. τούτων δὲ κατὰ πολλὰ μέρη λυμαινομέ- νων τὸ θνητόν, ἐνίοτε δὲ καὶ κατὰ μεγάλα, καθʼ ἕνα μὲν γὰρ οὐκ ἔσθʼ ὅτε οὐχὶ οἱ ἀγαθοὶ οὐκ ἀνιᾶσι τὰ καθʼ ἑαυτούς, ἀλλὰ καὶ προσημαίνουσιν εἰς δύ- ναμιν τοὺς ἐπηρτημένους ἀπὸ τῶν κακοεργῶν κιν- δύνους, καὶ διʼ ὀνειράτων ἐμφαίνοντες καὶ διὰ ἐν- θέου ψυχῆς ἄλλων τε πολλῶν. καὶ εἰ ἱκανός τις εἴη τὰ σημαινόμενα διαιρεῖσθαι, πᾶς ἂν γιγνώσκοι καὶ προφυλάττοιτο. πᾶσι γὰρ σημαίνουσιν, οὐ πᾶς δὲ ξυνίησι τὰ σημαινόμενα, οὐδὲ πᾶς τὰ γεγραμ- μένα δύναται ἀναγινώσκειν, ἀλλʼ ὁ μαθὼν γράμματα. διὰ μέντοι τῶν ἐναντίων καὶ ἡ πᾶσα γοητεία ἐκτε- λεῖται. τούτους γὰρ μάλιστα καὶ τὸν προεστῶτα αὐ- τῶν ἐκτιμῶσιν οἱ τὰ κακὰ διὰ τῶν γοητειῶν δια- πραττόμενοι.