Ancient Greek · ~5 min
ΒΙΒΔΙΟΝ ΠΡΩΤΟΝ
Porphyrius, De abstinentia 43
Not analysed yet
ἀνὴρ δὲ εὐλαβὴς καὶ ὕποπτος πρὸς τὰ γοητεύματα τῆς φύσεως, τήν τε τοῦ σώματος φύσιν κατασκεψάμενος καὶ ὡς ἥρμοσται ὀργάνου δίκην πρὸς τὰς δυνάμεις τῆς ψυχῆς γνούς, οἶδεν ὡς ἕτοιμον φθέγξασθαι τὸ πάθος, ἄν τε βου- λώμεθα ἂν τε μή, κρουσθέντος τοῦ σώματος ὑπὸ τῶν ἔξωθεν καὶ τοῦ κρούσματος εἰς ἀντίληψιν ἀφικομέ- νου. ἡ γὰρ ἀντίληψις ἐτύχgκεν οὖσα ἡ φθέγξις, φθέγξασθαι δʼ οὐκ ἔστι τὴν ψυχὴν μὴ ὅλην πρὸς τὸ φθέγμα ἐπιστραφεῖσαν καὶ τὸ ἐπιστατικὸν ὄμμα πρὸς τοῦτο μεταθεῖσαν. ὅλως δὲ τῆς ἀλογίας τὸ ἄχρι τί- νος καὶ πῶς καὶ πόθεν καὶ πρὸς οὕς ἐπικρίνειν οὐκ ἐχούσης, καθ’ ἑαυτὴν δὲ ἀνεπισκέπτου ὑπαρχούσης, ἂν ἐπιβρίσῃ, ἵπποις ἐοικυίας ἄνευ ἡνιόχου, ἀμή- χανόν ἐστιν ἢ διοικεῖν τι καθηκόντως πρὸς τὰ ἔξω ἢ τροφῆς καιρὸν καὶ μέτρα γιγνώσκειν, μὴ οὐχὶ τοῦ ἡνιόχου ἐφεστῶτος ὄμματος, ὃς τὰ κινήματα ῥυθμί- ζει καὶ ἡνιοχεῖ τῆς τυφλῆς καθʼ ἑαυτὴν ἀλογίας. ὁ δὲ τὴν ἐπίστασιν τοῦ λογισμοῦ ἀφαιρῶν τῆς ἀλογίας, ἐπιτρέπων δὲ αὐτῇ φέρεσθαι κατὰ τὴν οἰκείαν φύ- σιν, οἷος ἂν εἴη τῇ ἐπιθυμίᾳ συγχωρήσας εἰς ὅσον βούλεται προχωρεῖν τῆς οἰκείας κινήσεως, καὶ τῷ θυμιῷ ὡσαύτως. καλὸν γοῦν ἡμῖν τὸ σπουδαῖον ποι- ήσει καὶ τὰ ἔργα αὐτοῦ λελογισμένα ἀκάθεκτον ὑπὸ τοῦ ἐφεστῶτος λογισμοῦ ποιῶν ἐν ταῖς τοῦ ἀλόγου ἐνεργείαις.