Ancient Greek · ~5 min
IBΔIΟN ΔΕΥΤΕΡΟΝ
Porphyrius, De abstinentia 43-2
Not analysed yet
διʼ ὃ συνετὸς ἀνὴρ καὶ σώφρων εὐλαβηθήσεται τοιαύταις χρῆσθαι θυ- σίαις, διʼ ὧν ἐπισπάσεται πρὸς ἑαυτὸν τοὺς τοιού- τους· σπουδάσει δὲ καθαίρειν τὴν ψυχὴν παντοίως καθαρᾷ γὰρ ψυχῇ οὐκ ἐπιτίθενται διὰ τὸ αὐτοῖς ἀνόμιοιον. εἰ δὲ ταῖς πόλεσιν ἀναγκαῖον καὶ τούτους ἀπομειλίττεσθαι, οὐδὲν πρὸς ἡμᾶς. ταύταις γὰρ καὶ πλοῦτος καὶ τὰ ἐκτὸς καὶ τὰ σωματικὰ ἀγαθὰ εἶναι νενόμισται καὶ τὰ ἐναντία κακά, ὀλιγοστὸν δʼ ἐν αὐταῖς τὸ τῆς ψυχῆς ἐπιμελούμενον. ἡμεῖς δὲ κατὰ δύναμιν οὐ δεησόμεθα ὧν οὗτοι παρέχουσιν, ἀλλʼ ἔκ τε ψυχῆς ἔκ τε τῶν ἐκτὸς πᾶσαν σπουδὴν ποιούμεθα, θεῷ μὲν καὶ τοῖς ἀμφʼ αὐτὸν ὁμοιοῦ- σθαι (ὃ γίνεται διʼ ἀπαθ είας καὶ τῆς περὶ τῶν ὄν- τως ὄντων διηρθρωμένης διαλήψεως καὶ τῆς πρὸς αὐτὰ ταῦτα ζωῆς), πονηροῖς δὲ ἀνθρώποις καὶ δαί- μοσιν καὶ ὅλως παντὶ τῷ χαίροντι τῷ θνητῷ τε καὶ ὑλικῷ ἀνομοιοῦσθαι ὥστε κατὰ τὰ εἰρημένα τῷ Θεοφράστῳ θύσομεν καὶ ἡμεῖς. οἷς καὶ οἱ θεολόγοι συνεφώνησαν, εἰδότες ὡς καθʼ ὅσον τῆς τῶν παθῶν ἐξαιρέσεως ἀμελοῦμεν τῆς ψυχῆς, κατὰ τοσοῦτον τῇ πονηρᾷ δυνάμει συναπτόμεθα, καὶ δεήσει καὶ ταύ- την ἀπομειλίττεσθαι. ὡς γὰρ φασὶν οἱ θεολόγοι, τοῖς δεδεμένοις ὑπὸ τῶν ἐκτὸς καὶ μηδέπω κρατοῦ- σιν τῶν παθῶν ἀναγκαῖον ἀποτρέπεσθαι καὶ ταύτην τὴν δύναμιν· εἰ δὲ μή γε, πόνων οὐ λήξουσι.