Ancient Greek · ~4 min
IBΔIΟN ΔΕΥΤΕΡΟΝ
Porphyrius, De abstinentia 47-2
Not analysed yet
ὅθεν ὀρθῶς οἱ θεολόγοι τῆς ἀποχῆς ἐπεμέλοντο, καὶ ὁ Αἰγύπτιος ταῦθʼ ἡμῖν ἐμήνυσεν αἰτίαν ἀποδιδοὺς φυσικωτάτην, ἣν ἐκ τῆς πείρας ἐδοκίμασεν. ἐπεὶ γὰρ ψυχὴ φαύλη καὶ ἄλο- γος, ἣ τὸ σῶμα ἀπέλιπε βίᾳ συληθεῖσα, προσμένει τούτῳ, ὅπου γε καὶ τῶν ἀνθρώπων αἱ τῶν βίᾳ ἀποθανόντων κατέχονται πρὸς τῷ σώματι, ὃ καὶ τοῦ μὴ βίᾳ ἑαυτὸν ἐξάγειν ἦν κωλυτικόν, ἐπεὶ οὖν τῶν ζῴων αἱ βίαιοι σφαγαὶ ἐμφιληδεῖν τὰς ψυχὰς οἷς ἀπολείπουσιν ἀναγκάζουσιν, διείργεται δὲ οὐδα- μῶς ψυχὴ ἐκεῖ εἶναι, ὅποι τὸ συγγενὲς καθέλκει αὐτήν, ὅθεν καὶ ὀδυρόμεναι ὤφθησαν πολλαί, καὶ αἱ τῶν ἀτάφων παραμένουσι τοῖς σώμασιν, αἷς καὶ οἱ γόητες καταχρῶνται πρὸς αὑτῶν ὑπηρεσίαν, βια- ζόμενοι τῇ τοῦ σώματος ἢ μέρους τοῦ σώματος κατ- οχῇ· ἐπεὶ οὖν ταῦτα ἱστόρησαν καὶ φύσιν ψυχῆς φαύλης καὶ συγγένειαν καὶ ἡδονήν, ἣν ἔχει πρὸς τὰ σώματα ἐξ ὧν ἀπεσπάσθη, εἰκότως ἐφυλάξαντο τὴν τῶν σαρκῶν θοίνην, ἵνα ἀλλοτρίαις ψυχαῖς βι- αίοις καὶ ἀκαθάρτοις πρὸς τὸ συγγενὲς ἑλκομέναις μὴ ἐνοχλοῖντο μηδὲ ἐμποδίζοιντο προσέρχεσθαι μό- νοι τῷ θεῷ, δαιμόνων τῇ παρουσίᾳ ἐνοχλούντων.