Ancient Greek · ~4 min
ΒΙΒΔΙΟΝ ΠΡΩΤΟΝ
Porphyrius, De abstinentia 49
Not analysed yet
ὥρισται γάρ, φησίν, ὁ τῆς φύσεως πλοῦτος καὶ ἔστιν εὐπόριστος, ὁ δὲ τῶν κενῶν δοξῶν ἀόριστός τε ἦν καὶ δυσπόριστος. τὸ γὰρ κατʼ ἔνδειαν ἐνοχλοῦν τὴν σάρκα ἐξαιρεῖται καλῶς καὶ αὐτάρκῶς τὰ εὐπόριστα, ἁπλῆν ἔχοντα φύσιν ὑγρῶν τε καὶ ξηρῶν· τὸ δὲ λοιπὸν ὅσον εἰς πολυτέ- λειαν πέπτωκεν, οὐκ ἀναγκαίαν ἔχειν φασὶ τὴν ὄρε- ξιν οὐδʼ ἀπʼ ἀλγοῦντός τινος ἀναγκαίως γιγνομένην, ἀλλὰ τὴν μὲν ἀπὸ τοῦ ἢ λυποῦντος ἢ νύττοντος μόνον ἐν τῷ μὴ παρεῖναι, τὴν δὲ ἀπὸ τοῦ χαίροντος, τὴν δὲ ὅλως ἀπὸ τῶν κενῶν καὶ διεψευσμένων δογμάτων, ἣ εἰς οὐδὲν φυσικὸν ἀνάγεται ἔλλειμμα οὐδʼ εἰς τὸ διαλῦον τὴν σύστασιν ἐκ τοῦ μὴ παρεῖναι. ἱκανὰ γὰρ καὶ τὰ τυχόντα διακρατῆσαι ταῦτα ἦν, ὧν ἀναγ- καίως δεῖται ἡ φύσις. ταῦτα δὲ καὶ διὰ τὴν λιτότητα καὶ διὰ τὴν ὀλιγότητά ἐστιν εὐπόριστα· καὶ τῷ μὲν κρεοφαγίας ἁπτομένῳ χρεία καὶ τῶν ἀψύχων, τῷ δὲ ἀρκουμένῳ τοῖς ἀψύχοις ἐξ ἡμισείας καὶ τοῦτο εὐπό- ριστον καὶ ὀλίγων δεόμενον ἀναλωμάτων τὸ τῆς πα- ρασκευῆς.