Ancient Greek · ~3 min
IBΔIΟN ΔΕΥΤΕΡΟΝ
Porphyrius, De abstinentia 49-2
Not analysed yet
εἰκότως ἄρα ὁ φιλόσοφος καὶ θεοῦ τοῦ ἐπὶ πᾶσιν ίερεὺς πάσης ἀπέχεται ἐμψύχου βορᾶς, μόνος μόνῳ διʼ ἑαυτοῦ θεῷ προσιέναι σπουδάζων ἄνευ τῆς τῶν παρομαρτούντων ἐνοχλήσεως, καὶ ἔστιν εὐλαβὴς τὰς τῆς φύσεως ἀνάγκας ἐξιστορηκώς. ἵστωρ γὰρ πολλῶν ὁ ὄντως φιλόσοφος καὶ σημειωτικὸς καὶ καταληπτικὸς τῶν τῆς φύσεως πραγμάτων καὶ συνετὸς καὶ κόσμιος καὶ μέτριος, πανταχόθεν σώζων ἑαυτόν· καὶ ὥσπερ ὅ τινος τῶν κατὰ μέρος ἱερεὺς ἔμπειρος τῆς ἱδρύσεως τῶν ἀγαλμάτων αὐτοῦ τῶν τε ὀργιασμιῶν καὶ τελετῶν καθάρσεών τε καὶ τῶν ὁμοίων, οὕτως ὁ τοῦ ἐπὶ πᾶσιν θεοῦ ἱερεὺς ἔμπει- ρος τῆς αὐτοῦ ἀγαλματοποιίας καθάρσεών τε καὶ τῶν ἄλλων διʼ ὧν συνάπτεται τῷ θεῷ.