Ancient Greek · ~3 min
IBΔIΟN ΔΕΥΤΕΡΟΝ
Porphyrius, De abstinentia 58
Not analysed yet
ὅτι δὲ οὐ θεοῖς, ἀλλὰ δαίμοσι τὰς θυσίας τὰς διὰ τῶν αἱμάτων προσῆγον οἱ τὰς ἐν τῷ παντὶ δυνάμεις κα- ταμαθόντες, καὶ τοῦτο πεπίστωται παρʼ αὐτῶν τῶν θεολόγων. καὶ μὴν ὅτι τούτων οἱ μὲν κακοποιοί, οἱ δὲ ἀγαθοί, οἵ οὐκ ἐνοχλήσουσιν ἡμῖν ἀπαρχο- μένοις ἐκ μόνων ὧν ἐσθίομεν καὶ τρέφομεν ἤ τὸ σῶμα ἤ τὴν ψυχήν, καὶ τούτου μέμνηνται. ὀλίγα δʼ ἔτι προσθέντες, ὡς καὶ αἱ ἀδιάστροφοι ἔννοιαι τῶν πολλῶν ἐπιβάλλουσι τῇ ὀρθῇ περὶ τῶν θεῶν ὑπολήψει, τὸ βιβλίον περιγράψομεν. λέγουσι γοῦν καὶ τῶν ποιητῶν οἱ ἐπʼ ὀλίγον σωφρονοῦντες· τίς ὧδε μῶρος καὶ λίαν ἀνειμένως εὔπιστος ἀνδρῶν, ὅστις ἐλπίζει θεοὺς ὀστῶν ἀσάρκων καὶ χολῆς πυρουμένης, ἃ καὶ κυσὶν πεινῶσιν οὐχὶ βρώσιμα, χαίρειν ἀπαρχαῖς καὶ γέρας λαχεῖν τόδε; ἄλλος δὲ φησίν ψαιστά, λιβανωτόν, πόπανα· ταῦτʼ ὠνήσομαι. οὐ τοῖς φίλοις θύω γάρ, ἀλλὰ τοῖς θεοῖς τὰ νῦν.