Ancient Greek · ~5 min
ΒΙΒΔΙΟΝ ΠΡΩΤΟΝ
Porphyrius, De abstinentia 8
Not analysed yet
οὐδὲν γὰρ ἐξ ἀρχῆς βιαίως κατέστη νόμιμον οὔτε μετὰ γρα- φῆς οὕτε ἅνευ γραφῆς τῶν διαμενόντων νῦν καὶ δια- δίδοσθαι πεφυκότων, ἀλλὰ συγχωρησάντων αὐτῷ καὶ τῶν χρησομένων. φρονήσει γὰρ ψυχῆς, οὐ ῥώμῃ σώ- ματος καὶ δυναστευτικῇ δουλώσει τῶν ὄχλων διή- νεγκαν οἱ τὰ τοιαῦτα τοῖς πολλοῖς εἰσηγούμενοι, καὶ τοὺς μὲν εἰς ἐπιλογισμὸν τοῦ χρησίμου καταστήσαν- τες ἀλόγως αὐτοῦ πρότερον αἰσθανομένους καὶ πολ- λάκις ἐπιλανθανομένους, τοὺς δὲ τῷ μεγέθει τῶν ἐπι- τιμίων καταπλήξαντες. οὐ γὰρ ἦν ἑτέρῳ χρῆσθαι φαρμάκῳ πρὸς τὴν τοῦ συμφέροντος ἀμαθίαν ἢ τῷ φόβῳ τῆς ἀφωρισμένης ὑπὸ τοῦ νόμου ζημίας. αὕτη γὰρ κατέχει μόνη καὶ νῦν τοὺς τυχόντας τῶν ἀνθρώ- πων καὶ κωλύει τοῦ μήτε κοινῇ μήτε ἰδίᾳ τὸ ἀλυσι- τελὲς πράττειν. εἰ δὲ πάντες ἐδύναντο βλέπειν ὁμοίως καὶ μνημονεύειν τὸ συμφέρον, οὐδὲν ἂν προσεδέοντο νόμων, ἀλλʼ αὐθαιρέτως τὰ μὲν εὐλαβοῦντο [τῶν ἀπειρημένων], τὰ δὲ ἔπραττον [τῶν προστεταγμένων]. ἱκανὴ γὰρ ἡ τοῦ χρησίμου καὶ βλαβεροῦ θεωρία τῶν μὲν φυγὴν παρασκευάσαι, τῶν δὲ αἵρεσιν· ἡ δὲ τῆς ζημίας ἀνάτασις πρὸς τοὺς μὴ προορωμένους τὸ λυσι- τελοῦν. ἀναγκάζει γὰρ δεσπόζειν ἐπικρεμαμένη ταῖς ἀγούσαις ἐπὶ τὰς ἀσυμφόρους πράξεις ὁρμαῖς, καὶ βίᾳ συναναγκάζει τὸ δέον ποιεῖν.