Ancient Greek · ~13 min
ΒΙΒΛΙΟΝ ΤΕΤΑΡΤΟΝ.
Porphyrius, De abstinentia 9.1
Not analysed yet
ἀπὸ δὲ ταύτης ὁρμώμενοι τῆς ἀσκήσεως καὶ τῆς πρὸς τὸ θεῖον οἰκειώσεως ἔγνωσαν ὡς οὐ διʼ ἀν- θρώπου μόνου τὸ θεῖον διῆλθεν, οὔτε ψυχὴ ἐν μό- νῳ ἀνθρώπῳ ἐπὶ γῆς κατεσκήνωσεν, ἀλλὰ σχεδὸν ἡ αὐτὴ διὰ πάντων διῆλθεν τῶν ζῴων. διʼ ὃ εἰς τὴν θεοποιίαν παρέλαβον πᾶν ζῷον καὶ ὁμοίως που ἀνέμιξαν θηρία καὶ ἀνθρώπους καὶ πάλιν ὀρ- νέων σώματα καὶ ἀνθρώπων· εἴκασται γὰρ παρʼ αὐτοῖς τις μέχρι τραχήλου ἀνθρωποειδής, τὸ δὲ πρόσωπον ὀρνέου ἢ λέοντος ἢ ἄλλου τινὸς ζῴου κεκτημένος· καὶ πάλιν αὖ κεφαλὴ ἀνθρώπειος καὶ ἄλλων τινῶν ζῴων μέρη, πῇ μὲν ὑποκείμενα, πῇ δὲ ἐπικείμενα. διʼ ὧν δηλοῦσιν ὅτι κατὰ γνώμην θεῶν καὶ ταῦτα ἀλλήλοις κοινωνεῖ, καὶ σύντροφα ἡμῖν καὶ τιθασά ἐστιν τῶν θηρίων τὰ ἄγρια οὐκ ἄνευ τινὸς θείας βουλήσεως. ὅθεν καὶ ὁ λέων ὡς θεὸς θρησκεύεται, καὶ μέρος τι τῆς Αἰγύπτου, ὃ καλοῦσι νομόν, ἐπώνυμον ἔχει Λεοντοπολίτην, ἄλλο δὲ Βουσιρίτην, ἄλλο Λυκοπολίτην. τὴν γὰρ ἐπὶ πάντα δύναμιν τοῦ θεοῦ διὰ τῶν συννόμων ζῴων ὧν ἕκαστος τῶν θεῶν παρέσχεν ἐθρήσκευσαν. ὕδωρ δὲ καὶ πῦρ σέβονται μάλιστα τῶν στοιχείων, ὡς ταῦτα αἰτιώτατα τῆς σωτηρίας ἡμῶν, καὶ ταῦτα δει- κνύντες ἐν τοῖς ἱεροῖς, ὥς που ἔτι καὶ νῦν ἐν τῇ ἀνοίξει τοῦ ἁγίου Σαράπιδος ἡ θεραπεία διὰ πυρὸς καὶ ὕδατος γίνεται, λείβοντος τοῦ ὑμνῳδοῦ τὸ ὕδωρ καὶ τὸ πῦρ φαίνοντος, ὁπηνίκα ἑστὼς ἐπὶ τοῦ οὐδοῦ τῇ πατρίῳ τῶν Αἰγυπτίων φωνῇ ἐγείρει τὸν θεόν. ταῦτʼ οὖν σέβονται τὰ μέτοχα καὶ μάλιστα πλέον τούτων ἐσέφθησαν τὰ ὡς ἐπὶ πλέον τῶν ἱερῶν μετ- έχοντα· μετὰ ταῦτα δὲ πάντα τὰ ζῷα, ἐπεὶ καὶ ἄνθρωπον σέβονται κατὰ Ἄναβιν κώμην, ἐν ᾗ καὶ τούτῳ θύεται καὶ ἐπὶ τῶν βωμῶν τὰ ἱερεῖα κάεται. ὁ δὲ μετʼ ὀλίγον φάγοι ἂν τὰ ἴδια αὐτῷ ὡς ἀνθρώ- πῳ παρεσκευασμένα. ὡς οὖν ἀνθρώπου· ἀφεκτέον, οὕτω καὶ τῶν ἄλλων. ἔτι δʼ ἐκ περιττῆς σοφίας καὶ τῆς περὶ τὸ θεῖον συντροφίας κατέλαβόν τισι τῶν θεῶν προσφιλῆ τῶν ζῴων τινὰ μᾶλλον ἀνθρώ- πων, ὡς Ἡλίῳ ἱέρακα, σύμπασαν μὲν τὴν φύσιν ἐξ αἵματος ἔχοντα καὶ πνεύματος, οἰκτείροντα δὲ καὶ ἄνθρωπον καὶ κωκύοντα ἐπὶ νεκρῷ κειμένῳ γῆν τε ἐπαμώμενον εἰς τοὺς ὀφθαλμούς, ἐν οἷς τὸ ἡλιακὸν κατοικεῖν πεπιστεύκασι φῶς, καὶ ζῆν μὲν ἐπὶ πλείονα ἔτη κατειληφότες, μετὰ δὲ τὸν βίον ἰσχὺν ἔχειν μαν- τικὴν καὶ εἶναι λογικώτατον ἀπολυθέντα τοῦ σώ- ματος καὶ προγνωστικώτατον, τελεῖν τε ἀγάλματα καὶ ναοὺς κινεῖν. κάνθαρον δὲ ἀμαθὴς μὲν βδε- λυχθείη ἂν ἀγνώμων ὑπάρχων τῶν θείων, Αἰγύ- πτιοι δὲ ἐσέφθησαν ὡς εἰκόνα ἡλίου ἔμψυχον. κάν- θαρος γὰρ πᾶς ἄρρην καὶ ἀφιεὶς τὸν θορὸν ἐν τέλ- ματι καὶ ποιήσας σφαιροειδῆ τοῖς ὀπισθίοις ἀντανα- φέρει ποσὶν ὡς ἥλιος οὐρανόν, καὶ περίοδον ἡμερῶν ἐκδέχεται σεληνιακήν. οὕτως δὲ καὶ περὶ κριοῦ τι φιλοσοφοῦσι καὶ ἄλλο τι περὶ κροκοδείλου, περί τε γυπὸς καὶ ἴβεως καὶ ὅλως καθʼ ἕκαστον τῶν ζῴων, ὡς ἐκ φρονήσεως καὶ τῆς ἄγαν θεοσοφίας ἐπὶ τὸ σέβας ἐλθεῖν καὶ τῶν ζῴων. ἀμαθὴς δὲ ἄνθρωπος οὐδὲ αὐτὸ τοῦτο ὑπώπτευσεν, ὅπως οὐ τῇ κοινῇ φορᾷ καὶ μηδὲν γινωσκούσῃ παρηνέχθησαν δηλον- ότι καὶ αὐτοὶ διʼ ἀμαθίας ὁδεύσαντες, ὑπερβάντες δὲ τὴν τῶν πολλῶν ἄγνοιαν, ᾗ πρώτῃ πᾶς ἐντυγ- χάνει, τὰ τοῖς πολλοῖς οὐδενὸς ἄξια αὐτοὶ εἰς σέβας 0. κατηξίωσαν.