Ancient Greek
ΒΙΒΛΙΟΝ ΤΕΤΑΡΤΟΝ.
Porphyrius, De abstinentia 8-3
Not analysed yet
μαρτυρία δʼ αὐτῶν τῆς ἐγκρατείας, ὅτι περιάπτοις μήτʼ ἐπῳδαῖς χρώμενοι διῆγον ἄνοσοι καὶ πρὸς μετρίαν ἰσχὺν εὔτονοι. πολλὰ γοῦν κατὰ τὰς ἱερουργίας ἀνεδέχοντο βάρη καὶ ὑπηρετήματα τῆς κοινῆς ἰσχύος μείζω. διῄρουν δὲ νύκτα μὲν εἰς ἐπι- τήρησιν οὐρανίων, ἐνίοτε δὲ καὶ ἁγιστείαν, ἡμέραν δὲ εἰς θεραπείαν τῶν θεῶν, καθʼ ἣν τρὶς ἢ τετρά- κις, κατὰ τὴν ἕω καὶ τὴν ἑσπέραν μεσουρανοῦντά τε τὸν ἥλιον καὶ πρὸς δύσιν καταφερόμενον, τού- τους ὑμνοῦντες· τὸν δὲ ἄλλον χρόνον πρὸς θεωρή- μασιν ἦσαν ἀριθμητικοῖς τε καὶ γεωμετρικοῖς, ἐκ- πονοῦντες ἀεί τι καὶ προσεξευρίσκοντες, συνόλως τε περὶ τὴν ἐμπειρίαν καταγιγνόμενοι. τὸ δʼ αὐτὸ καὶ ἐν ταῖς χειμερίοις ἐπετήδευον νυξί, φιλολογίᾳ προσαγρυπνοῦντες, ἅτε μήτε πορισμοῦ ποιούμενοι φροντίδα δεσπότου τε κακοῦ τῆς πολυτελείας ἐλευ- θεριάζοντες. ὁ μὲν δὴ πόνος ὁ ἄτρυτός τε καὶ διη- νεκὴς καρτερίαν ἀπομαρτυρεῖ τοῖς ἀνδράσι, τὸ δὲ ἀνεπιθύμητον ἐγκράτειαν· οἵ γε ἐν τοῖς ἀσεβεστάτοις ἐτίθεντο πλεῖν ἀπʼ Αἰγύπτου, διευλαβούμενοι ξενι- κὰς τρυφὰς καὶ ἐπιτηδεύματα· μόνοις γὰρ ὅσιον ἐδόκει τοῖς κατὰ τὰς βασιλικὰς χρείας ἀπηναγκα- σμένοις. πολύς δὲ καὶ τούτοις ἦν λόγος ἐμμεῖναι τοῖς πατρίοις· μικρὰ δʼ εἰ καταγνωσθεῖεν παραβαί- νοντες, ἀπηλαύνοντο. καὶ τὸ μὲν κατʼ ἀλήθειαν φιλοσοφοῦν ἔν τε τοῖς προφήταις ἦν καὶ ἱεροστο- λισταῖς καὶ ἱερογραμματεῦσιν, ἔτι δὲ ὡρολόγοις. τὸ δὲ λοιπὸν τῶν ἱερέων τε καὶ παστοφόρων καὶ νεω- κόρων πλῆθος καὶ ὑπουργῶν τοῖς θεοῖς καθαρεύει μὲν ὁμοίως, οὔτι γε μὴν μετʼ ἀκριβείας καὶ ἐγκρα- τείας τοσῆσδε. τοιαῦτα μὲν τὰ κατʼ Αἰγυπτίους ὑπʼ ἀνδρὸς φιλαλήθους τε καὶ ἀκριβοῦς ἔν τε τοῖς στωικοῖς πραγματικώτατα φιλοσοφήσαντος μεμαρτυρημένα: