Ancient Greek
1
Porphyrius, De Antro Nympharum 1
Not analysed yet
ὅτι ποτὲ Ὁμήρῳ αἰνίττεται τὸ ἐν Ἰθάκῃ ἄντρον, ὃ διὰ τῶν ἐπῶν τούτων διαγράφει λέγων· "αὐτὰρ ἐπὶ κρατὸς λιμένος τανύφυλλος ἐλαίη, ἀγχόθι δ’ αὐτῆς ἄντρον ἐπήρατον ἠεροειδές, ἱρὸν νυμφάων αἳ νηιάδες καλέονται. ἐν τῷ κρητῆρές τε καὶ ἀμφιφορῆες ἔασι λάινοι· ἔνθα δ’ ἔπειτα τιθαιβώσσουσι μέλισσαι. ἐν δ’ ἱστοὶ λίθεοι περιμήκεες, ἔνθα τε νύμφαι φάρε’ ὑφαίνουσιν ἁλιπόρφυρα, θαῦμα ἰδέσθαι· ἐν δ’ ὕδατ’ ἀενάοντα. δύω δέ τέ οἱ θύραι εἰσίν, αἱ μὲν πρὸς βορέαο καταβαταὶ ἀνθρώποισιν, αἱ δ’ αὖ πρὸς νότου εἰσὶ θεώτεραι· οὐ -δέ τι κείνῃ ἄνδρες ἐσέρχονται, ἀλλ’ ἀθανάτων ὁδός ἐστιν".