Ancient Greek
17
Porphyrius, De Antro Nympharum 17
Not analysed yet
λαμβανομένου τοίνυν καὶ ἐπὶ καθαρμοῦ τοῦ μέλιτος καὶ ἐπὶ φυλακῆς σηπεδόνος καὶ ἐπὶ τῆς δι’ ἡδονῆς εἰς γένεσιν καταγωγῆς οἰκεῖον σύμβολον καὶ νύμφαις ὑδριάσι παρατίθεται εἰς τὸ ἄσηπτον τῶν ὑδάτων ὧν ἐπιστατοῦσι καὶ τὴν κάθαρσιν αὐτῶν καὶ τὴν εἰς γένεσιν συνεργίαν, συνεργεῖ γὰρ γενέσει τὸ ὕδωρ. διὸ καὶ ἐν τοῖς κρατῆρσι καὶ ἀμφιφορεῦσι τιθαιβώσσουσι μέλισσαι, τῶν μὲν κρατήρων σύμβολον τῶν πηγῶν φερόντων, καθὼς παρὰ τῷ Μίθρᾳ ὁ κρατὴρ ἀντὶ τῆς πηγῆς τέτακται, τῶν δ’ ἀμφιφορέων τῶν ἐν οἷς τὰ ἀπὸ τῶν πηγῶν ἀρυόμεθα.