Ancient Greek
32
Porphyrius, De Antro Nympharum 32
Not analysed yet
λείπεται δὴ παραστῆσαι καὶ τὸ τῆς πεφυτευμένης ἐλαίας σύμβολον ὅτι ποτὲ μηνύει. καίτοι αὕτη καὶ περιττότερόν τι παρίστησιν, οὐχ ἁπλῶς παραπεφυτεῦσθαι εἰρημένη, ἀλλ’ ἐπὶ κρατὸς λιμένος· "αὐτὰρ ἐπὶ κρατὸς λιμένος τανύφυλλος ἐλαίη· ἀγχόθι δ’ αὐτῆς ἄντρον". ἔστι δ’ οὐχ, ὡς ἄν τις νομίσειεν, ἀπὸ τύχης τινὸς οὕτω βλαστήσασα, ἀλλ’ αὐτὴ συνέχουσα τοῦ ἄντρου τὸ αἴνιγμα. ἐπεὶ γὰρ ὁ κόσμος οὐκ εἰκῆ οὐ -δ’ ὡς ἔτυχε γέγονεν, ἀλλ’ ἔστι φρονήσεως θεοῦ καὶ νοερᾶς φύσεως ἀποτέλεσμα, παραπεφύτευται τῇ εἰκόνι τοῦ κόσμου τῷ ἄντρῳ σύμβολον φρονήσεως θεοῦ ἡ ἐλαία. Ἀθηνᾶς μὲν γὰρ τὸ φυτόν, φρόνησις δὲ ἡ Ἀθηνᾶ. κρατογενοῦς δ’ οὔσης τῆς θεοῦ, οἰκεῖον τόπον ὁ θεολόγος ἐξεῦρεν ἐπὶ κρατὸς τοῦ λιμένος αὐτὴν καθιερώσας, σημαίνων δι’ αὐτῆς ὡς οὐκ ἐξ αὐτοματισμοῦ τὸ ὅλον τοῦτο καὶ τύχης ἀλόγου ἔργον γέγονεν, ἀλλ’ ὅτι φύσεως νοερᾶς καὶ σοφίας ἀποτέλεσμα, χωριστῆς μὲν οὔσης ἀπ’ αὐτοῦ, πλησίον δὲ κατὰ τῆς κεφαλῆς τοῦ σύμπαντος λιμένος ἱδρυμένης.