Ancient Greek
8
Porphyrius, De Antro Nympharum 8
Not analysed yet
ὅτι δὲ καὶ ταῖς νύμφαις ἀνετίθεσαν ἄντρα καὶ τούτων μάλιστα ταῖς ναΐσιν, αἳ ἐπὶ πηγῶν εἰσὶ κα- κἀκ τῶν ὑδάτων, ἀφ’ ὧν αἱ ῥοαί, ναΐδες ἐκαλοῦντο, δηλοῖ καὶ ὁ εἰς Ἀπόλλωνα ὕμνος, ἐν ᾧ λέγεται "σοὶ δ’ ἄρα πηγὰς νοερῶν ὑδάτων τέμον ἄντροις μίμνουσαι γαίης ἀτιταλλόμεναι πνεύματι μούσης θέσπιν ἐς ὀμφήν· ταὶ δ’ ὑπὲρ οὖδας διὰ πάντα νάη ῥήξασαι παρέχουσι βροτοῖς γλυκερῶν ῥείθρων ἀλιπεῖς προχοάς". ἀφ’ ὧν οἶμαι ὁρμώμενοι καὶ οἱ Πυθαγόρειοι καὶ μετὰ τούτους Πλάτων ἄντρον καὶ σπήλαιον τὸν κόσμον ἀπεφήναντο. παρά τε γὰρ Ἐμπεδοκλεῖ αἱ ψυχοπομποὶ δυνάμεις λέγουσιν "ἠλύθομεν τόδ’ ὑπ’ ἄντρον ὑπόστεγον", παρά τε Πλάτωνι ἐν τῷ ἑβδόμῳ τῆς Πολιτείας λέγεται "ἰδὲ γὰρ ἀνθρώπους οἷον ἐν κατωγείῳ ἄντρῳ καὶ οἰκήσει σπηλαιώδει ἀναπεπταμένῃ πρὸς φῶς, τὴν εἴσοδον ἐχούσῃ μακρὰν παρ’ ἅπαν τὸ σπήλαιον". εἶτα εἰπόντος τοῦ προσδιαλεγομένου "ἄτοπον λέγεις εἰκόνα," ἐπάγει "τὴν εἰκόνα, ὦ φίλε Γλαύκων, προσαπτέον πᾶσι τοῖς ἔμπροσθεν λεγομένοις, τὴν μὲν δι’ ὄψεως φαινομένην ἕδραν τῇ τοῦ δεσμωτηρίου οἰκήσει ἀφομοιοῦντα, τὸ δὲ τοῦ πυρὸς φῶς τῇ τοῦ ἡλίου δυνάμει".