Ancient Greek
23.2
Porphyrius, Epistula Ad Anebonem 23.2
Unproofread scanNot analysed yet
3 Ἐρωτῶ δὲ διὰ τί ἐν οὐρανῷ κατοικοῦντων τῶν θεῶν μόνον, χθονίων καὶ ὑποχθονίων εἰσὶ παρὰ τοῖς θεουργικοῖς κλήσεις; πῶς ἐνύδριοί τινες λέγονται καὶ ἀέριοι, τόπους τε διελήχασιν ἄλλοι ἄλλους, καὶ σωμάτων μοῖρας διεληφώσαντο κατὰ περιγραφὴν, καίτοι δύναμιν ἄπειρον ἔχοντες καὶ ἄμεριστον καὶ ἄπερίληπτον; πῶς τε αὐτῶν ἔσται ἡ ἕνωσις πρὸς ἀλλήλους, μερῶν μερισταῖς περιγραφαῖς διεργουμένων, καὶ καθ’ ἑτερότητα τῶν τόπων καὶ σωμάτων ὑποκειμένων διειλημμένων;