Ancient Greek
30.2
Porphyrius, Epistula Ad Anebonem 30.2
Unproofread scanNot analysed yet
Οἱ δὲ εἶναι μὲν ἐξωθεν τίθενται τὸ ὑπῆκοον γένος ἀπατηλῆς φύσεως παντόμορφόν τε καὶ πολίτροπον, ὑποκρινόμενον καὶ θεοὺς καὶ δαίμονας καὶ ψυχὰς τεθνηκότων, καὶ διὰ τούτων πάντα δύνασθαι τῶν δοκούντων ἀγαθῶν ἢ κακῶν εἶναι. ἐπεὶ εἰς τὰ γε ὄντως ἀγαθά, ἅπερ εἶναι κατὰ ψυχήν, μηδὲν καθάπαξ συμβάλλεσθαι δύνασθαι, μηδὲ εἰδέναι ταῦτα, ἀλλὰ κακοσχολεύεσθαι καὶ τωθάζειν καὶ ἐμποδίζειν πολλάκις τοῖς εἰς ἀρετὴν ἀφικνουμένοις, πλήρεις τε εἶναι τύφου καὶ χαίρειν ἀτμοῖς καὶ θυσίαις.