Ancient Greek
ΒΙΒΛΙΟΝ Δ.
Porphyrius, Historia philosophiae (fragmenta) 14
Not analysed yet
Cyrillus c. Iulian. I p. 31 A: Πορφύριος δὲ φησὶν ἐν βιβλίῳ τετάρτῳ φιλοσόφου ἱστορίας δοξά- σαι τε τὸν Πλάτωνα καὶ μὴν καὶ φράσαι πάλιν περὶ ἑνὸς θεοῦ, ὄνομα δὲ αὐτῷ μηδὲν ἐφαρμόττειν μηδὲ γνῶσιν ἀνθρωπίνην αὐτὸν καταλαβεῖν, τὰς δὲ λεγο- μένας προσηγορίας ἀπὸ τῶν ὑστέρων καταχρηστι- κῶς αὐτοῦ κατηγορεῖν. εἰ δὲ ὅλως ἐκ τῶν παῤ ἡμῖν ὀνομάτων χρή τι τολμῆσαι λέγειν περὶ αὐτοῦ, μᾶλ- λον τὴν τοῦ ἑνὸς προσηγορίαν καὶ τὴν τἀγαθοῦ τακτέον ἐπʼ αὐτοῦ. τὸ μὲν γὰρ ἐμφαίνει τὴν περὶ αὐτὸν ἁπλότητα καὶ διὰ τοῦτο αὐτάρκειαν· χρῄζει γὰρ οὐδενός, οὐ μερῶν, οὐκ οὐσίας, οὐ δυνάμεων, οὐκ ἐνεργειῶν, ἀλλʼ ἔστι πάντων τούτων αἴτιος. τἀγαθὸν δὲ παρίστησιν ὅτι ἀπʼ αὐτοῦ πᾶν ὅ τι περ ἀγαθόν ἐστιν, ἀπομιμουμένων κατὰ τὸ δυνατὸν τῶν ἄλλων τὴν ἐκείνου, εἰ οὕτω χρὴ φάναι, ἰδιότητα καὶ διʼ αὐτῆς σωζομένων.