Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ Δ.
Porphyrius, Historia philosophiae (fragmenta) 16
Not analysed yet
Cyrillus c. Iulian. I p. 34C: καὶ πάλιν ὁ αὐτὸς Πορφύριος περὶ Πλάτωνος· διʼ ὃ ἐν ἀπορρή- τοις περὶ τούτων αἰνιττόμενος φησί, περὶ τὸν βασι- λέα πάντα ἐστὶ καὶ ἐκείνου ἕνεκα πάντα, καὶ ἐκεῖ- νον αἴτιον πάντων καλῶν, δεύτερον δὲ περὶ τὰ δεύτερα καὶ τρίτον περὶ τὰ τρίτα· ὡς γὰρ πάντων μὲν περὶ τοὺς τρεῖς ὄντων θεούς, ἀλλʼ ἤδη πρώτως μὲν περὶ τὸν πάντων βασιλέα, δευτέρως δὲ περὶ τὸν ἀπʼ ἐκείνου θεόν, καὶ τρίτως περὶ τὸν ἀπὸ τούτου.