Ancient Greek · ~2 min
Δ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 1-3
Not analysed yet
1. Ὁ μὲν Ἀρίϲταρχοϲ τὸ ἠγορόωντο ἀποδέδωκεν ἀντὶ τοῦ. ἠθροίζοντο. βέλτιον δὲ λέγειν τὸ διελέγοντο, ὥϲπερ καὶ τὸ ὡϲ ὁ ππ ὄ τ’ 〈ὁππότ’ L. ⟩ἐντὸϲ Λήμν ῳ κενεαυχέεϲ ἠγοράαϲθε (Θ 230). εἰ γὰρ εἰπεῖν ἐβούλετο ἠθροίζοντο, ἔφη ἄν· οἱ δὲ θεοὶ πὰρ ζηνὶ καθήμενοι ἠγερέθοντο ⟨ἠγερέθεντο L⟩ τοῦτο μὲν γὰρ ἐκ τοῦ ἀγείρεϲθαι —λαὸν ἀγείροντεϲ (Λ 770) καὶ α ὐτὰρ ἐπεί ῥ’ ἤγερθεν (Ω 790. β 9. Θ 24. ω 421 )—γεγενηται, τὸ δ’ ἠγορόωντο ἀπὸ τοῦ ἀγοράαϲθαι ⟨ἠγοράαϲθαι L, ἠγοράαϲθε Et⟩.