Ancient Greek · ~7 min
Δ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 2-3
Not analysed yet
2. de χρυϲέῳ ἐντὸϲ δαπέδῳ v. ε 504. ibid. κατηγοροῦϲι τοῦ ποητοῦ ὡϲ μαχύμενα ⟨μαχομένου L⟩ λέγον τοϲ, ὅταν ποτὲ μὲν τὸν Γανυμήδην ⟨γαννυμήδην L. ; id. Baller. v eras. ⟩οἰνοχόον εἰναι om. L τῶν θεῶν λέγει, ποτὲ δὲ τὴν Ἥβην. οὐκοῦν λύϲομεν ὀνόματι ὀν. μὲν L καὶ λέξει, ὅτι οὐχὶ τῶν θεῶν ἀλλὰ τοῦ Διὸϲ αὐτὸν οἰνοχόον ἀποφαίνει —ἔχει γὰρ ἡ λέξιϲ οὕτωϲ· τὸν καὶ ἀνηρεί ψᾶν τὸ θεοὶ Διὶ οἰνοχοεύειν (Υ 234) —,ἡ δὲ Ἥβη τοῖϲ θεοῖϲ οἰνοχοεῖ· προϲώπῳ δέ, ὅτι τὸ μὲν ἐκ τοῦ ποιητοῦ λέγεται, τὸ δὲ ἐξ Αίνείου αἴνου L, ὃν εἰκὸϲ μεγαλύνειν τὸ αὑτοῦ αὐτοῦ B γένοϲ· καιρῷ δὲ καὶ χρόνῳ, ὡϲ ἐγχωρεῖ πάλαι ποτὲ αὐτὸν ἁρπαϲθέντα πρὸϲ τὴν διακονίαν ταύτην ὑπὲρ ὑπὸ L τοῦ θνητὸν εἶναι μηκέτι παραμένειν ἕωϲ τῶν Ἰλιακῶν· ἔθει δέ, ὡϲ πολλοῖϲ νενομιϲμένον ἐϲτὶν οἰνοχόοιϲ χρῆϲθαι χρᾶϲθαι L. ἄρρεϲι καὶ θηλείαιϲ, ὥϲτε οὐδ’ ἐντὸϲ θεοῖϲ ἄτοπον τοῦτο. τὸ μὲν οὖν ἐναντίον οὕτωϲ ἐλέγχεται λέγεται L, τὸ δ’ ἀδύνατον ἐγκαλεῖται οὕτωϲ excidisse nonnulla videntur. δι’ ἣν δὲ αἰτίαν οὐ πάρεϲτι Γανυμήδηϲ, ὢν οίνοχόοϲ τοῦ Διόϲ; ἔνιοι μέν φαϲιν ὅτι τοῦ Διὸϲ μόνου ὢν διάκονοϲ, οὐκ ἐξῆν αὐτὸν κοινῶϲ πᾶϲιν οἰνοχοεῖν ,ἡ δὲ Ἡβη εὐλόγωϲ, ὅτι κοινὴ πᾶϲίν ἐϲτιν. ἔνιοι δέ φαϲιν, ὅτι ϲκέψεωϲ περὶ τῆϲ Ἰλίου πορθήϲεωϲ γινομένηϲ εὐοικονομήτωϲ ἄπεϲτι τοῦ ϲυνεδρίου, ἱνα μηδὲν ἐναντίον γένηται διὰ τὴν πρὸϲ αὐτὸν χάριν. διὰ τί δὲ καὶ μόνῳ τῷ Διὶ Γανυμήδηϲ ὑπηρετεῖ; ῥητέον οὖν ὅτι μὲν ἄπαϲι διακονεῖ, ἐπεὶ τὸ θεῖον ἀεὶ νεάζει τε καὶ ἡβῶ τοῦτο ’γὰρ βούλεται αὐτοῖϲ ἥ τε ἀμβροϲία ἀβροϲία τιϲ οὐϲα καὶ τὸ νέκταρ ,παρὰ τὸ νεάζειν γεγενημένον. Γανυμήδηϲ δὲ ὑπηρετεῖ μόνῳ τῷ Διί, ὅτι ὁ μὲν ζεὺϲ ὁ πρῶτόϲ ἐϲτι νοῦϲ, μόνοϲ δὲ νοῦϲ οἰκεῖον ἔχει τὸ τοῖϲ μήδεϲι γάνυϲθαι· τοῦτο γάρ ὁ Γανυμήδηϲ.