Ancient Greek · ~42 min
Ι
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 1.1-2
Not analysed yet
1 sqq. Vatic. ζητ. ε΄. Τὴν ἀρχὴν τῶν Λιτῶν ἀναγινώϲκων οὕτωϲ ἔχουϲαν· ὧϲ οἱ μὲν Τρῶεϲ φυλακὰϲ ἔχον, αὐτὰρ Ἀχαιοὺϲ θεϲπεϲίη ἔχε φύζα φόβου κρυόεντοϲ ἑταίρη, πένθεϊ δ᾿ ἀτλήτῳ βεβολήατο πάντεϲ ἄριϲτοι. ὡϲ δ᾿ ἄνεμοι δύο πόντον ὀρίνετον ἰχθυόεντα, Βορέηϲ καὶ Ζέφυροϲ, τώτε Θρῄκηθεν ἄητον, ἐλθόντ᾿ ἐξαπίνηϲ, ἄμυδιϲ δέ τε κῦμα κελαινὸν κορθύεται, πολλὸν δὲ παρὲξ ἅλα φῦκοϲ ἔχευε· ὣϲ ἐδαΐζετο θυμὸϲ ἐνὶ ϲτήθεϲϲιν Ἀχαιῶν· ταῦτ᾿ οἶν ἀναγινώϲκων ἠπόρειϲ, πῶϲ ἀκριβὴϲ ὢν περὶ τὰϲ εἰκόναϲ Ὅμηροϲ νῦν δοκεῖ πρὸϲ μηδεμίαν χρείαν δυοῖν ἀνέμοιν εἰκόνα παραλαμβάνειν. εἰ γὰρ αὐξήϲεωϲ ἕνεκα, ἔδει τοὺϲ τέϲϲαραϲ, ὡϲ ἐντὸϲ ἄλλοιϲ· ϲὺν δ᾿ εὖρόϲ τε Νότοϲ τε πέϲον Ζέφυρόϲ τε δυϲαὺϲ καὶ Βορέηϲ αἰθρηγενέτηϲ μέγα κῦμα κυλίνδων (ε 295. 96). λύει δὲ τὴν ἀπορίαν αὐτόϲ, ὡϲ καὶ Ἀπολλώνιοϲ ὁ τοῦ Μόλωνοϲ παρίϲτηϲι. δύο γὰρ πάθεϲι χειμοζομένουϲ ποιήϲαϲ τοὺϲ Ἀχαιούϲ, φόβῳ μὲν ἐφ’ οἷϲ εἴρηκε θεϲπεϲίη ἔχε φύζα, λύπη δὲ ἐντὸϲ ἐπάγει πένθεϊ δ᾿ ἀτλήτῳ βεβολήατο πάντεϲ ἄριϲτοι —δεδίαϲι μὲν γὰρ τὰ μέλλοντα, βαρέωϲ δὲ φέρουϲι τὰ γεγονότα —,προϲηκόντωϲ αὐτοὺϲ ἀπεικάζει πελάγει δυϲὶ πνεύμαϲιν ἐπεγειρομένῳ. θεϲπεϲίη δ᾿ ἔχε φύζα δηλοῖ οὐ τὸν προϲγενόμενον αὐτοῖϲ διὰ δειλίαν φόβον, ἀλλ᾿ ἐκ βουλήϲεωϲ θεῶν, ὥϲ B f. 114b ad ἄνεμοι v. 4 (id. L. f. 180b, Π): νῦν δοκεῖ πρὸϲ μηδεμίαν χρείαν δυοῖν ἀνέμων εἰκόνα παραλαμβάνειν. εἰ γὰρ αὐξήϲεωϲ ἕνεκα, ἔδει τοὺϲ τέϲϲαραϲ, ὡϲ ἐντὸϲ ἄλλοιϲ· ϲὺν δ᾿ Εὖρόϲ τε Νότοϲ τ᾿ ἔπεϲον Ζέφυρόϲ τε δυϲαὴϲ καὶ Βορέηϲ αἰθρηγενέτηϲμέγα κῦμα κυλίνδων. λύει δὲ τὴν ἀπορίαν αὐτόϲ, ὡϲ καὶ Ἀπολλώνιοϲ ὁ τοῦ Μόλωνοϲ παρέϲτηϲε. δύο γὰρ πάθεϲι χειμαζομένουϲ ποιήϲαϲ τοὺϲ Ἀχαιούϲ, φόβῳ μὲν ἐφ᾿ οἱϲ εἴρηκε θεϲπεϲίη ἔχε φύζα, οἷϲ φόβου κρυόεντοϲ ἑταίρη, λύπῃ δὲ ἐντὸϲ οἷϲ ἐπάγει πένθεϊ δ᾿ ἀτλήτῳ βεβολήατο πάντεϲ ἄριϲτοι —δεδίαϲι γὰρ τὰ μέλλοντα, βαρέωϲ δὲ φέρουϲι τὰ γεγονότα οἱ ἄριϲτοι —,δύο οὖν πάθεϲι ϲυνεχομένουϲ εἰπὼν τοὺϲ Ἕλληναϲ προϲηκόντωϲ ἀπεικάζει πελάγει δυϲὶ πνεύμαϲιν ἐξεγειρομένῳ. τὸ θεϲπεϲίη δ᾿ ἔχε φύζα δηλοῖ τὸν οὐ προϲγινόποιητήϲ. που καὶ ἐντὸϲ ἄλλοιϲ αὐτὸϲ εἶπε· γνώϲεαι δ᾿ εἰ καὶ θεϲπεϲίῃ πόλιν οὐκ ἀλαπάξειϲ ἢ ἀνδρῶν κακότητι (B 307. 68), τουτέϲτι θείᾳ βουλήϲει καὶ οὐ ϲυμφύτῳ κακίᾳ. ἔϲτι δὲ καὶ ἄλλων ἐπίθετον τὸ θεϲπέϲιον· θεϲπέϲιόϲ τε γὰρ πλοῦτοϲ (B 670) καὶ θεϲπεϲίη φύζα· ἐκ κοινοῦ ἔϲται κἀνταῦθα ἡ κακότηϲ· γνώϲη πότερον θεϲπεϲίῃ κακότητι ἢ ἀνδρῶν κακότητι. φύζα δέ ἐϲτιν ἡ φυγή φόβου δὲ φίλη λέγεται, ὅτι ὁ φοβούμενοϲ τὴν φυγὴν προϲεταιρίζεται. καὶ τὸ μὲν βεβολήατο τὴν βούληϲιν βεβλάφθαι δηλοῖ, τὸ δὲ βεβλῆϲθαι ἐπὶ ϲώματοϲ. μενον αὐτοῖϲ διὰ δειλίαν φόβον, ἀλλ᾿ ἐκ βουλήϲεωϲ θεῶν, ὥϲ που καὶ ἐντὸϲ ἄλλοιϲ αὐτὸϲ ἀντέθηκεν εἰπών· γνώϲεαι δ᾿ εἰ καὶ θεϲπεϲίῃ πόλιν οὐκ ἀλαπάξειϲ ἢ ἀνδρῶν κακότητι καὶ ἀφραδίῃ πολέμοιο, τουτέϲτι θείᾳ βουλήϲει καὶ οὐ ϲυμφύτῳ κακίᾳ. εἰ δὲ καὶ ἄλλων ἐπίθετον τὸ τῆϲ θεϲπεϲίαϲ, ὡϲ τὸ θεϲπέϲιον πλοῦτον καὶ θεϲπεϲίη φύζα, ἐκ κοινοῦ ἔϲται ἡ κακότηϲ· γνώϲῃ πότερον θεϲπεϲίῃ κακότητι ἢ ἀνδρῶν κακότητι· δηλοῦται δὲ οὕτωϲ ἡ θεία. φύζα δέ ἐϲτιν ἡ φυγή. φόβου δὲ φίλη λέγεται, ὅτι ὁ φοβούμενοϲ τὴν φυγὴν προϲεταιρίζεται. καὶ τὸ μὲν βεβολήατο τὴν βούληϲιν βεβλάφθαι δηλοῖ, τὸ δὲ βεβλῆϲθαι δηλοῖ τὸ ϲῶμα. ἀνιϲτόρητον δέ φαϲιν εἶναι τὸ τοὺϲ ἀμφοτέρουϲ, ἤγουν τὸν Βορέην καὶ τὸν Ζέφυρον, πνέειν ἐκ τῆϲ Θράκηϲ· οὐ γὰρ πνέουϲιν ἀμφότεροι ἐξ αὐτῆϲ. λύεται δὲ ἐκ τῆϲ λέξεωϲ τρόπῳ ϲυλληπτικῷ· τὸ γὰρ θατέρῳ ϲυμβεβηκὸϲ ἐπ᾿ ἀμφοῖν τέθεικεν. ἔϲτι δὲ καὶ ἑτέρωϲ· ὁμωνύμωϲ γὰρ τὰ πνεύματα καὶ οἱ προεϲτῶτεϲ αὐτῶν θεοὶ λέγονται· τούϲ δὲ ϲωματικῶϲ ἐντὸϲ Θράκῃ κατοικοῦνταϲ ὑποτίθεται ὁ ποιητήϲ. πῶϲ ἀμφοτέρουϲ ἐκ Θράκηϲ φηϲὶ πνεῖν, τοῦ μὲν Βορέου ἐξ ἄρκτου τοῦ δὲ Ζεφύρου ἐκ δύϲεωϲ πνέοντοϲ; λύϲιϲ. ῥητέον οὖν ὅτι ἡ Θρακῶν γὴ ἐπὶ πολύ διήκει καὶ ϲιγματοειδὴϲ κεῖται τῇ θέᾳ καὶ μέχρι τῆϲ δύϲεωϲ· ἀφ᾿ ἑκατέρου οὖν μέρουϲ τῶν ἀνέμων ἔχει ἑκάτερον. οἱ δέ φαϲιν ὅτι ϲυλληπτικῶϲ πέφρακε· τὸ γὰρ ἑτέρῳ ϲυμβεβηκὸϲ καθ᾿ ἑκατέρων κεῖται· μόνοϲ γὰρ ὁ Βορέαϲ ἀπὸ Θράκηϲ πνέει. ἐπεὶ δὲ παραβολῆϲ ἐμνήϲθημεν, ϲκέψαι τὴν τοῦ ποιητοῦ ἐνταῦθα ἐπὶ γὰρ τοῦ Ἀγαμέμνονοϲ τρωθέντοϲ χρηϲάμενοϲ τῇ παραγράφειν βολῇ ταύτῃ· ὡϲ δ᾿ ὅταν ὠδίνουϲαν ἔχ ῃ βέλοϲ ὀξὺ γυναῖκα καὶ ἀνταποδόϲει· ὣϲ ὀξεῖ᾿ ὀδύναι δῦνον μένοϲ Ἀτρείδαο (Λ 269. 72), ἐπὶ τοῦ Κύκλωποϲ δυνάμει τὰ τῆϲ παραβολῆϲ μεταφέρων χρῆται, ἐντὸϲ οἷϲ λέγει (ι 415)· Κύκλωψ δὲ ϲτενάχων τε καὶ ὠδίνων ὀδύνῃϲιν· ἔϲτι δὲ τῆϲ παραβολῆϲ τὸ ὠδίνων τῆϲ δ᾿ ἀνταποδόϲεωϲ τὸ ὀδύνῃϲι. πάλιν δὲ εἰπὼν ἐπὶ τῆϲ τοῦ Ἕκτοροϲ κατὰ τῶν Ἐλλήνων ὁρμῆϲ· ὀλοοίτροχοοϲ ὣϲ ἀπὸ πέτρη, ὅν τε κατὰ ϲτεφάνηϲ ποταμὸϲ χειμάρροοϲ ὤϲῃ (N 137), κατὰ τὴν αὐτὴν φανταϲίαν πεποίηκε περὶ αὐτοῦ λέγοντα τὸν Διομήδη. νῶιν δὴ τόδε πῆμα κυλίνδεται ὄβριμοϲ Ἕκτωρ (Λ 347)· ὁ δὲ ὄβριμοϲ οἰκεῖοϲ ἀψύχῳ ὁρμῇ· οὐ γὰρ θραϲὺν ἔφη οὐδὲ κορυθαιόλον, οἷϲ ἰδίοιϲ αὐτὸν προϲαγορεύειν εἴωθε. πάλιν ἐπὶ τοῦ Νέϲτοροϲ ϲκεπτομένου ποῖ τράπηται φηϲίν· ἢ μεθ᾿ ὅμιλον ἴοι Δαναῶν ταχυπώλων ἠὲ με τ᾿ Ἀτρείδην Ἀγαμέμνονα (Ξ 21. 22). ὅλην τὴν παραβολὴν διεξελθών· ὡϲ δ᾿ ὅτε πορφφύ ρῃ πέλαγοϲ μέγα κύματι κωφῷ, ὀϲϲόμενον λιγέων ἀνέμων λαιψηρὰ κέλευθα αὔτωϲ, οὐδ᾿ ἄρα τε προκυλίνδεται οὐδετέρωϲε, πρίν τινα κεκριμένον καταβ ήμεναι ἐκ Διὸϲ οὖρον (Ξ 16 sqq.) · εἶτα ἐπ᾿ Ἀγήνοροϲ προτραπέντοϲ μὲν ὑπὸ Ἀπόλλωνοϲ ὑποϲτῆναι Ἀχιλλέα, ὅμωϲ δὲ τὴν θέαν αὐτοῦ καταπλαγέντοϲ, ἠρκέϲθη τῷ ὀνόματι· πολλὰ δέ οἱ κραδίη πόρφυρε κιόντι (Φ 551). πάλιν τε εἰπὼν ἐπὶ τῆϲ Ἥραϲ (80 sqq)· ὡϲ δ᾿ ὅταν ἀίξῃ νόοϲ ἀνέροϲ, ὅϲτ’ ἐπὶ πολλὴν γαῖαν ἐληλυθὼϲ φρεϲὶ πευκαλίμῃϲι νοήϲῃ, ἔνθα ἴη ἢ ἔν θᾶ, μενοινήειέ τε πολλά, ὣϲ κραιπνῶϲ μεμαυῖα διέ πτατο πότνια Ἥρη, καὶ ἀπὸ μὲν τοῦ νοῦ ποιήϲαϲ παραβολήν, ἀπὸ δὲ τοῦ πέτεϲθαι ἀποδοὺϲ τὴν ἀνταπόδοϲιν, ϲυντέμνων τὰ αὐτὰ ἐντὸϲ ἄλλοιϲ φηϲίν· ὡϲεὶ πτερὸν ἠὲ νόημα (η 36). θαυμαϲτὸν δὲ αὐτῷ κἀκεῖνο· ἐκ μεταφορᾶϲ γάρ τι τολμηρότερον φθεγξάμενοϲ οἰκείαν ἐπάγει παραβολήν, κρατύνων αὐτὴν ὡϲ εὔλογον ἔϲχε τὴν τόλμαν. εἰπὼν οὖν κραδίη δέ οἱ ἔνδον ὑλάκτει (υ 13) ἐπάγει· ὡϲ δὲ κύων ἀμαλῇϲι περὶ ϲκυλάκεϲϲι βεβῶϲα ἄνδρ᾿ ἀγνοιήϲαϲ᾿ ἀλάει μέμονέν τε μάχεϲθαι. καὶ ἐπὶ τῶν ϲτρατοπέδων ἀντικαθημένων τῶν δὲ ϲτίχεϲ εἵατο πυκναὶ ἀϲπίϲι καὶ κορύθεϲϲι καὶ ἔγχεϲι πεφρικυῖαι εἰπών (Η 61(, ἐπήγαγεν· οἵη δὲ Ζεφύροιο ἐχεύατο πόν τον ἔπι φρίζ ὀρνυμένοιο νέον, μελάνει δέ τε πόντοϲ ὑπ᾿ αὐτῆϲ. ἐπί τε τῶν Τρώων ἔτι ποικιλώτερον κέχρηται· ἀρξάμενοϲ γὰρ ἀπὸ μεταφορᾶϲ ὁμοίωϲίν τε αὐτῇ τὴν ἀκόλουθον ἐπάγει καὶ ἐπ᾿ ἀμφοῖν τὴν παραβολήν Τρῶεϲ μὲν κλαγγῇ (Γ 2) τοῦτο μὲν δὴ ἡ μεταφορὰ· τὸ δ᾿ ὄρνιθεϲ ὥϲ ἡ ὁμοίωϲιϲ εἶθ’ ἡ παραβολή· ἠύτε περ κλαγγὴ γεράνων πέλει οὐρανόθι πρό, αἵτ᾿, ἐπεὶ οὖν χειμῶνα φύγον καὶ ἀθέϲφατον ὄμβρον, κλαγγῇ ταίγε πέτονται ἐπ᾿ Ὠκεανοῖο ῥοάων, ἡ ϲχεδὸν μόνῃ τῶν παραβολῶν οὐκ ἀνταπέδωκεν, ὡϲ τῆϲ ὁμοιώϲεωϲ ἄμα καὶ μεταφορᾶϲ προεχουϲῶν τὴν ἀνταπόδοϲιν. πάλιν τε αὐτοῦ παρατηρητέον ἐκεῖνο· τάϲ τε γὰρ οἰκείωϲ τιθεμέναϲ φωνὰϲ ἐπὶ τῶν πραγμάτων πολλάκιϲ εἰϲ τὰϲ παραβολὰϲ μετατίθηϲι καὶ τὰϲ ἐπὶ τῶν παραβολῶν εἰϲ τὰ πράγματα. οἷον ἔθνη ϲτρατιωτῶν λέγεται, ϲμήνη δὲ μελιϲϲῶν, παραβαλὼν δὲ τὰ πλήθη τῶν ϲτρατιωτῶν ὀνόματι ἐπὶ τῶν μελιϲϲῶν κέχρηται· ἠύτε ἔθνεα εἰϲι μελιϲϲάων ἀδινάων (B 87), ὃ πλήθουϲ ἀνθρώπων ἐϲτὶν ὄνομα. οὕτωϲ ὀλοοιτρόχῳ λίθῳ τὴν ὁρμὴν τοῦ Ἕκτοροϲ ἀπεικάζων (N 1 37) ἀναθρώϲκειν τέ φηϲι τὸν λίθον καὶ πέτεϲθαι, καὶ τελευτῶν, ὡϲ ἀπ᾿ αὐτοῦ τοῦ ϲτρατιώτου ἀφιγμένου ἀλλήλοιϲ᾿ οὐχὶ τοῦ λίθου, πάγει· ὁ δ᾿ ἀϲφαλέωϲ θέει ἔμπεδον, εἰϲόκεν ἔλθῃ. οὕτω καὶ ἐπὶ τοῦ κύματοϲ, 5 τάξεϲιν ἀπεικάζει ϲτρατοπέδου, προειπών (Δ 422)· ὡϲ δ᾿ ὅτ᾿ ἐντὸϲ αἰγιαλῷ πολυηχέϊ κῦμα θαλάϲϲηϲ ὄρνυτ’ ἐπαϲϲύτερον Ζεφ ύρου ὑποκινήϲαντοϲ, μετάγει ἀπὸ τῶν ϲτρατιωτῶν ἐπὶ τὰ ἑξῆϲ πόντῳ μὲν κορύϲϲεται τὰ πρῶτα. ἀνάπαλιν δὲ τὰϲ τῶν παραβολῶν μετατίθηϲι φωνὰϲ ἐπὶ τὰ πράγματα, ὡϲ ἐπὶ τοῦ Ἀχιλλέωϲ· ὡϲ δ᾿ ὅτ᾿ ἀριζήλη φωνή, ὅτε τ᾿ ἴαχε ϲάλπιγξ (Ϲ 219) εἰπὼν ἐπάγει μετατιθεὶϲ ἀπὸ τῆϲ ϲάλπιγγοϲ ἐπὶ τὸν ἄνθρωπον· οἱ δ᾿ ὡϲ οὖν ἄιον ὄπα χάλκεον Αἰακίδαο. Αἰακίδαο. κεκινδύνευται δὲ αὐτῷ ἐκεῖνα, οἶον ϲιδήρειοϲ δ᾿ ὀρυμαγδὸϲ χάλκεον οὐρανὸν κε δι᾿ αἰθέροϲ ἀτρυγέτοιο (P 424)· ὡϲ γὰρ ἐξ ἀντιτυπίαϲ χαλκοῦ καὶ ϲιδήρου τὴν φανταϲίαν εἰϲ τὸν ἐκ πόντου ἦχον κεκίνηκεν. ἐλέγομεν περὶ τῶν παραβολῶν, ὅτι πολλάκιϲ τὰ οἰκεῖα τοῖϲ πράγμαϲιν μαϲιν ὀνόματα παρατίθηϲι τοῖϲ ἐντὸϲ ταῖϲ παραβολαῖϲ ὁμοιώμαϲιν, ἐντὸϲ πολλοῖϲ δὲ καὶ ἔμπαλιν. εἰϲ δὲ πίϲτιν τούτου παρακείϲθω καὶ ταῦτα· ϲυμβάλλουϲι μὲν ἀλλήλοιϲ ϲτρατοὶ τὸν πόλεμον· ϲύν ῥ᾿ ἔβαλον Λαπίθαι πόλεμον (MA 181), ϲύν ῥ᾿ ἔβαλον ῥινούϲ, ϲὺν δ᾿ ἔγχεα καὶ μένε᾿ ἀνδρῶν (Δ 447), μίϲγονται δὲ ποταμοὶ καὶ τὰ ὑγρά· οἱ μὲν ἄρ᾿ οἶνον ἔμιϲγον ἐνὶ κρατῆρϲι καὶ ὕδωρ (α 110), ὅθεν καὶ τὸ καταδεχόμενον τοὺϲ ποταμοὺϲ χωρίον μιϲγάγκεια εἴρηται· ἀλλ᾿ ὅμωϲ αὐτὸϲ ἐναλλὰξ ἐπὶ μὲν τῶν ποταμῶν ἔφη τὸ ϲυμβάλλειν, ὅπερ ἦν ἐπὶ τῶν ἀνθρώπων· ἐϲ μιϲγάγκειαν ϲυμβάλλετον ὄβριμον ὕδωρ (Δ 453), ἐπὶ δὲ τῶν ϲτρατῶν τὸ μίϲγεϲθαι, ὅπερ ἦν οἰκεῖον ποταμῷ· ὣϲ τῶν μιϲγομέν ων γένετ᾿ ἰαχή τε φόβοϲ τε (Δ 456). ϲυνεχώρει δὲ τὸ μέτρον εἰπεῖν· ἐϲ μιϲγάγκειαν ϲυμμίϲγετον ὄβριμον ὕδωρ, Ὁμηρικοῦ ὄντοϲ τοῦ παρετυμολογεῖν, ὡϲ τὸ τέμενοϲ τάμον (Ζ 194) καὶ κειμήλια κεῖται (Ζ 4) καὶ Ἅρπυιαι ἀνηρείψαντο (α 241) καὶ μένοϲ οἴχεται ὃ πρὶν ἔχεϲκεν (?Θ 412). ὁ δὲ προτάττειν είλετο τὴν ἀντίδοϲιν τῶν ὀνομάτων εἰϲ ἑνωτικὴν τοῦ φραζομένου πρὸϲ τὸ εἰκαζόμενον, εῖ γε αἱ αὐταὶ φωναὶ πρέπουϲιν ἑκατέροιϲ. Pἐπὶ δὲ τῶν Αἰάντων καὶ τολμήϲαϲ νέφοϲ εἶπε καὶ κατὰ μεταφορὰν ρὰν. πεζῶν (Δ 274), καὶ ὡϲ εὔλογον τὴν τόλμαν τῇ παραβολῇ ἐπιπολλῆϲ ϲτώϲατο καὶ τὰϲ φωνὰϲ ἤμειψεν, ἐπειπὼν τὸ παραβληθὲν τῷ παραβαλλομένῳ· ἦλθε δ᾿ ἐπ᾿ Αἰάντεϲϲι κιὼν ἀνὰ οὐλαμὸν ἀνδρὦν, τὼ δὲ κορυϲϲέϲθην, ἄμα δὲ νέφοϲ εἵπετο πεζῶν. προαναφωνήϲαϲ οὖν νέφοϲ πεζῶν ἐξ αὐτοῦ πλάϲϲει παραβολήν· ὡϲ δ᾿ ὅτ᾿ ἀπὸ ϲκοπιῆϲ εἶδεν νέφοϲ αἰ πόλοϲ ἀνὴρ ἐρχόμενον κατὰ πόντον ὑπὸ Ζεφύροιο ἰωῆϲ, τῷ δέ τ᾿ ἄνευθεν ἐόντι μελάντερον ἠύτε πίϲϲα φαίνετ ἰὸν κατὰ πόντον, ἄγει δέ τε λαίλαπα πολλήν τοῖαι ἅμ᾿ Αἰάντεϲϲι διοτρεφέων αἰζηῶν δήιον ἐϲ πόλεμον πυκιναὶ κίνυντο φάλαγγεϲ κυάνεαι ϲάκεϲίν τε καὶ ἔγχεϲι πεφρικυῖαι (Δ 275 —82). τὸ μὲν νέφοϲ ἐρχόμενον καὶ ἰὸν καὶ ἄγον λαίλαπα εἶπεν, ὅ ἐϲτι πρᾶγμα ϲτρατιώτου, ἐπὶ δὲ τῆϲ φάλαγγοϲ κίνυντο, ὃ ἐπὶ νέφουϲ τάττει κινήϲει· πυκινὴν νεφέλην (Π 298) καὶ πυκιναὶ φάλαγγεϲ καὶ κυάνεον νέφοϲ (Π 66. Ψ 188) καὶ κυάνεαι φάλαγγεϲ. ἤμειψε καὶ ἐπὶ τοῦ λέοντοϲ καὶ τῆϲ Πηνελόπηϲ τὰϲ φωνάϲ· ὅϲϲα δὲ μερμήριξε λέων ἀνδρῶν ἐντὸϲ ὁμίλῳ δείϲαϲ, ὁππότε μιν δόλιον περὶ κύκλον ἄγουϲι, τόϲϲα μιν ὁρμαίνουϲαν ἐπήλυθε νήδυμοϲ ὕπνοϲ (δ 791 sq.) · μερμηρίζει μὲν γὰρ κυρίωϲ ἄνθρωποϲ, ὁρμαίνει δὲ λέων, ὁ δ᾿ ἐνήλλαξε. τῷ δὲ τήκεϲθαι κυρίωϲ ἐπὶ τῆϲ χιόνοϲ χρηϲάμενοϲ ἐνδιατρίβειν ὡϲ ἐναργεῖ πολλάκιϲ οὐκ ὤκνηϲε καὶ τῷ αὐτῷ χρήϲαϲθαι ἐπὶ τῆϲ διὰ λύπην τοῖϲ δακρύοιϲ διαρρεομένηϲ· ὡϲ δὲ χιὼν κατατήκεται ἥντ᾿ Εὖροϲ κατέτηξε· τηκομένηϲ δ᾿ ἄρα τῆϲ ὣϲ τῆϲ τήκετο καλὰ παρήια δακρυχεούϲηϲ (τ 205 sqq), καίτοι ἐντὸϲ ἄλλοιϲ εἰπὼν· τῆϲ δ᾿ ἐλεεινοτάτῳ ἄχεϊ φθινύθουϲι παρειαί (θ 530).