Ancient Greek · ~2 min
Θ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 555
Not analysed yet
555. ἐκ τοῦ ἀδυνάτου καὶ τοῦτο· πῶϲ γὰρ δυνατὸν περὶ τὴν φαεινὴν ϲελήνην ἀριπρεπῆ εἶναι τὰ ἄϲτρα λύεται δὲ ἐκ τῆϲ λέξεωϲ. τὸ ἄϲτρα. φαεινήν οὐκ ἐπὶ τῆϲ τότε ἀλλ’ ἐπὶ τῆϲ φύϲει, ὡϲ ἐπὶ τούτου· κούρη δ᾿ ἐκ θαλάμοιο φέρεν ἐϲθῆτα φαεινήν (ζ 74), οὐκ ἐπὶ τῆϲ τότε ἀλλ᾿ ἐπὶ τῆϲ φύϲει. καὶ πλήθει γὰρ δή μοι νεκύων ἐρα τεινὰ ῥέεθρα (Φ 218). τὸ ἀμφὶ ϲελήνην φαεινὴν φύϲει. οὕτω ϲυντακτέον ὅτε γὰρ ἐκείνη φαεινή, οὐ πάντωϲ ἀριπρεπῆ τὰ ἄϲτρα, ἀλλ᾿ ὅταν μὴ φαίνηται ἢ φαινοιτο μὲν οὐ μὴν φαεινὴ ἀλλά πωϲ. ἀμαυρὰ καὶ ἀλαμπήϲ, τινὶ αἰτίᾳ ἐπηλυγαζομένη.