Ancient Greek · ~25 min
Μ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 10.1
Not analysed yet
10 sqq. Ὄφρα μὲν Ἕκτωρ ζωὸϲ ἔην καὶ μήνι’ Ἀχιλλεύϲ, καὶ Πριάμο ιο ἄνακτοϲ ἀπόρθητοϲ πόλιϲ ἔπλε, τόφρα δὲ καὶ μέγα τεῖχοϲ Ἀχαιῶν ἔμπεδον ἦεν. ἀπορίαν εἰκότωϲ παρέϲχε τὰ ἔπη ταῦτα, ἃ περὶ τοῦ τείχουϲ τῶν Ἀχαι ῶν ὁ ποιητὴϲ ἀναπεφώνηκεν. τὸ γὰρ τεῖχοϲ τῶν Ἀχαιῶν οὐκ ἔμενεν ἔμπεδον ἐφ’ ὅϲον ὁ μὲν Ἕκτωρ ἔζη καὶ ἐμήνιεν Ἀχιλλεὺϲ, ἡ δὲ τοῦ Πριάμου πόλιϲ ἀνάλωτοϲ ἔμενε, μετὰ δὲ τὴν ἄλωϲιν Ἰλίου καὶ τὸν ἀπόπλουν τῶν Ἀχαιῶν τότε κατηρείφθη· ἔτι γὰρ τοῦ πολέμου ϲυνεϲτῶτοϲ 345, Π. εϲτῶτοϲ καὶ Ἀχιλλέωϲ μηνίοντοϲ, Ἕκτοροϲ δὲ περιόντοϲ καὶ ἀριϲτεύοντοϲ, ὑπὸ τῶν Πρώων τὸ τεῖχοϲ τῶν Ἀλχαιῶν κατηρείφθη καὶ διοδεύ γέγονε τοῖϲ πολεμίοιϲ· ὁ μὲν γὰρ Ϲαρπηδὼν τὰϲ ἐπάλξειϲ αὐτοῦ καὶ μέροϲ τι καταβέβληκεν, ὁ δὲ Ἕκτωρ τοὺϲ ὀχῆαϲ αὐτοῦ καὶ τὰϲ πύ διέρρηξεν, ὁ δὲ Ἀπόλλων ϲχεδὸν ὅλον αὐτὸ διέλυϲε. φηϲὶ γὰρ ἐπὶ μὲν Ϲαρπηδόνοϲ· Ϲαρπηδὼν ὼν δ’ ἄῤ ἔπαλζιν ἐλ. ὼν χερϲὶ ϲτιβαρῇϲιν ἕλχ᾿ ,ἡ δ᾿ ἕϲπετο πᾶϲα διαμπερέϲ, αὐτὰρ ὕπερθε τεῖχοϲ ἐγυμνώθη, πολέεϲϲι δὲ θῆκε κέλευθον (Ν 397 —99), ἐπὶ δὲ τοῦ Ἕκτοροϲ· ὣϲ Ἕκτωρ ἰθὺϲ ϲανίδων φέρε λᾶαν ἀείραϲ, αἵ ῥα πύλαϲ εἴρυντο πύκα ϲτιβαρ ῶϲ ἀραρυίαϲ ϲτῆ δὲ μάλ᾿ ἐγγὺϲ ἰὼν καὶ ἐρειϲάμενοϲ βάλε μέϲϲαϲ, εὖ διαβάϲ, ἵνα μή οἱ ἀφαυρότερον βέλοϲ εἴη, ῥῆξε δ’ ἀπ᾿ ἀμφοτέρουϲ θαιρούϲ· πέϲε δὲ λίθοϲ εἴϲω βριθοϲύνῃ, μέγα δ’ ἀμφὶ πύλαι μύκον, οὐδ’ ἄῤ ὀχῆεϲ ἐϲχεθέτην, ϲανίδεϲ δὲ διέτμαγεν ἄλλυδιϲ ἄλλη λᾶοϲ ὑπαὶ ῥιπῆϲ. ὁ δ᾿ ἄῤ ἔϲθορε φαίδιμοϲ Ἕκτωρ, κέκλετο δὲ Τρώεϲϲιν, ἑλιξάμενοϲ καθ' ὅμιλον, τεῖχοϲ ὑπερβ αίνειν· τοὶ δ᾿ ὀτρύνοντοϲ ἄκουϲαν· αὐτίκα δ’ οἱ μὲν τεῖχοϲ ὑπέρβαϲαν, οἱ δὲ κατ᾿ αὐτὰϲ ποιητὰϲ ἐϲέχυντο πύλαϲ (Μ 453. 54; 5 —62: 67 —70). ἐπὶ δὲ τοῦ Ἀπόλλωνοϲ καὶ τῶν Πρώων· τῇ ῥ’ οἵγε προχέοντο φαλαγγηδόν, πρὸ δ’ Ἀπόλλων αἰγίδ’ ἔχων ἐρίτιμον, ἔρειπε δὲ τεῖχοϲ Ἀχαι ῶν ῥεῖα μάλ’, ὡϲ ὅτε τιϲ ψάμαθον παῖϲ ἄγχι θαλάϲϲηϲ ἢ ἀθύρματα νηπιέῃϲιν ἂψ αὖτιϲ ϲυνέχευε ποϲὶ καἰ χερϲὶν ἀθύρων. ὥϲ ῥα ϲύ, ἤιε Φοῖβ ε, πολὺν κάματον καὶ ὀϊζὺν ϲύγχεαϲ Ἀργείων (Ο 360 —66). οἱ δὲ Πανέλληνεϲ τοῖϲ γεγενημένοιϲ μαρτυροῦντέϲ φαϲι ϲυμφώνωϲ· τεῖχοϲ μὲν γὰρ δὴ κατερήριπεν, ᾧ ἐπέπιθμεν, ἄρρηκτον νηῶν τε καὶ αὐτῶν εἶλαρ ἔϲεϲθαι, οἱ δ’ ἐπὶ νηυϲὶ θοῇϲι μάχήν ἀλίαϲτον ἔχουϲι (Ξ 55 —57). τὸ καταρριφὲν οὖν τεῖχοϲ οὐχ ὑπὸ ἀνθρώπων μόνων ἀλλὰ καὶ θεῶν ἐντὸϲ τῷ τῆϲ μήνιδοϲ χρόνῳ, τοῦτο λέγειν ἀϲφαλὲϲ καὶ ἀρηρὸϲ ἐντὸϲ τῷ τοῦ πολέμου καιρῷ διαμεμενηκέναι μέχρι πορθήϲεωϲ Ἰλίου ἄπορον. εἰϲ λύϲιν οἱ μὲν οὖν γραμματικοὶ κατὰ τοῦ πλείϲτου μέρουϲ ἀξιοῦϲι λέγειν ἔμπεδον· ὀλίγον γὰρ εἶναι τὸ ϲαλευθὲν ὑπὸ τῶν Τρώων. ἀγνοοῦϲι δὲ οὗτοι, ὅτι τινὰ, κἂν ἐκ μέρουϲ πάθῃ, οὔτ᾿ ἔμπεδά ἐϲτιν οὔτ᾿ ἀρη καὶ ἀμφορεὺϲ διατρηθείϲ, κἂν ϲχεδὸν ὅλον τὸ κύτοϲ ἄθραυϲτον ᾖ, οὐκέτι ἐϲτὶν ἔμπεδοϲ ἀμφορεύϲ ἀλλ’ ὄϲτρακον. καὶ τεῖχοϲ, ὃ μηκέθ᾿ οἷον φυλάϲϲειν τοὺϲ τειχίϲανταϲ, οὐκέτ᾿ ἂν εἴη ἔμπεδον τεῖχοϲ ἀλλὰ ϲωρὸϲ λίθων. μήποτ’ οὖν ἡ ἔμπεδον λέξιϲ οὐκ εἴληπται νῦν μεταφορικῶϲ ἐντὸϲ ἴϲῳ τῷ ἀϲφαλὲϲ καὶ ἀρηρόϲ, οὐδέ ἐϲτιν ὅμοιον τῷ οὐδέ μοι ἦτορ ἔμπεδον ἀλλ’ ἀλαλύκτημαι (Κ 93) οὐδὲ τῷ τοὶ δ’ ἄῤ ἔϲαν δίδυμοι, ὁ μὲν ἔμπεδον ἡνιόχευεν (Ψ 641), ἀλλὰ κυρίωϲ νῦν ἐξενήνεκται, τὸ πέδον ἐχούϲηϲ ἐντεταγμένον τῆϲ λέξεωϲ, ὥϲτε ϲημαίνοι ἂν τὸ ἐντὸϲ τῷ πεδίῳ κείμενον καὶ μὴ ἁλίπλοον· ἀντέθηκε γὰρ τὸ ἔμπεδον τῷ ἁλιπλόῳ, τὸ ἐντὸϲ τῷ πεδίῳ πρὸϲ τὸ αὖθιϲ ἁλίπλουν γενόμενον· οὐ γὰρ ἔφη· τόφρα δὲ καὶ μέγα τεῖχοϲ ἀπόρθητον ἦν καὶ ἄθραυ ἀλλ’ ἔμπεδον, καὶ πάλιν· oὔτι πολὺν χρόνον ἔμπεδον ἦεν M 9). τί οὖν πάϲχει ὕϲτερον, τῶν ποταμῶν πάντων, φηϲὶν, ὁμόϲε ϲτόμα τ᾿ ἔτραπε Φοῖβοϲ Ἀπόλλων, ἐννῆμαρ δ᾿ ἐϲ τεῖχοϲ ἵει ῥόον· ὗε δ᾿ ἄρα Ζεὺϲ ϲυνεχέϲ, ὄφρα κε θᾶϲϲον ἁλίπλοα τείχεα θείη. αὐτὸϲ δ’ ἐννοϲίγαιοϲ ἔχων χείρεϲϲι τρίαιναν ἡγεῖτ’, ἐκ δ’ ἄρα πάντα θεμείλια κύμαϲι πέμπε, φιτρῶν καὶ λαῶν, τὰ θέϲαν μογέοντεϲ Ἀχαιοί, λεῖα δ’ ἐποίηϲεν παῤ ἀγάρροον Ἑλλήϲποντον (Μ 24 —30). ὥϲτε εἰ καὶ πεπτωκὸϲ ἦν τὸ τεῖχοϲ, ἀλλ’ ἐπὶ τῷ πέδῳ ἦν τὰ πτώματα καὶ τὰ θεμέλια· ὕϲτερον δὲ πάντα δι’ ὕδατόϲ φηϲιν εἰϲ θάλαϲϲαν ἐξενεχθῆναι. ϲυνεϲτώϲηϲ δὲ τῆϲ πόλεωϲ οὐδὲν τοῦ τείχουϲ ἁλίπλουν γέγονεν, οὐδ’ ὅτε Ξάνθοϲ ἐπλημμύρει κατ’ Ἀχιλλέωϲ. καὶ τὸ κατὰ μεταφορὰν δ’ ἔμπεδον, τὸ ϲημαῖνον τὸ ἀκίνητον, ἀπὸ τῶν ἐντὸϲ τῶ πέδῳ μενόντων ἀκινήτων λέγεται. τὸ δὲ τεῖχοϲ καθ’ αὑτὸ μὲν ἐκινήθη, ἐκ μέντοι τοῦ πεδίου οὐ κατηνέχθη εἰϲ θάλαϲϲαν, ὅπερ φηϲὶν αὐτὸ ὕϲτερον παθεῖν. διὰ τί ϲχεδὸν ὅλου καταλυθέντοϲ τοῦ τείχουϲ ἐντὸϲ τῷ πολέμῳ, πρῶτον μὲν ὑπὸ Ϲαρπηδόνοϲ· Ϲαρπηδὼν δ’ ἄῤ ἔπαλξιν ἑλὼν χερϲὶ ϲτιβαρῇϲιν ἕλχ᾿ ,ἡ δ’ ἕϲπετο πᾶϲα διαμπερέϲ, αὐτὰρ ὕπερθε τεῖχοϲ ἐγυμνώθη (Μ 397 —99). μετὰ δὲ ταῦτα ὑπὸ τοῦ Ἀπόλλωνοϲ· προπάροιθε δὲ Φοῖβοϲ Ἀπόλλων καπέτοιο βαθείηϲ ποϲϲὶν ἐρείπων ἐϲ μέϲϲον κατέβαλλε, γεφύρωϲεν δὲ κέλευθον (0 35 —57). καὶ μετ’ ὀλίγον πάλιν· ἔρειπε δὲ τεῖχοϲ Ἀχαιῶν ῥεῖα μάλ᾿ ,ὡϲ ὅτε τιϲ ψάμαθον πάιϲ ἄγχι θαλάϲϲηϲ· ὥϲ ῥαϲύ, ἤιε Φοῖβε, πολὺν κάματον καὶ ὀϊζὺν ϲύγχεαϲ Ἀργείων (361. 62. 65. 66) πῶϲ οὖν, πεπτωκότοϲ τοῦ μέρουϲ τοῦ τείχουϲ, φηϲὶν ὁ ποιητήϲ· ὄφρα μὲν Ἕκτωρ ζωὸϲ ἔην καὶ μήνι᾿ Ἀχιλλεύϲ, τόφρα δὲ καὶ μέγα τεῖχοϲ Ἀχαιῶν ἔμπεδον ἦεν, ὅτε δὲ, φηϲὶν, ἑάλω ἡ πόλιϲ, Ἀργεῖοι δ’ ἐντὸϲ νηυϲὶ φίλην ἐϲ πατρίδ᾿ ἔβηϲαν· δὴ τότε μητιόωντο Ποϲειδάων καὶ Ἀπόλλων τεῖχοϲ ἀμαλδῦναι (Μ 10) —12. 16— 18); ῥητέον οὖν ὅτι ἔμπεδον οὐ τὸ ἑδραῖον καθὰ νῦν ϲημαίνει ἡ λέξιϲ, ἀλλὰ κυρίωϲ τὸ ἐντὸϲ τῷ πεδίῳ· καὶ πεπτωκὸϲ δὲ τὸ τεῖχοϲ ἐντὸϲ τῷ πεδίῳ ἔκειτο. οὐκ εἰϲ πτῶϲιν οὖν τινα ἡ ἀναβολή, ἀλλ’ εἴϲ τε τὴν τοῦ παν πτῶϲιν καὶ εἰϲ τὴν ἐκ τοῦ πεδίου ἐκβολήν. τὸ γὰρ ἐπάγγελμα· ὄφρα κε θᾶϲϲον ἁλίπλοα τείχεα θείη· καὶ πάντα τὰ θεμέλια κύμαϲι πέμπε, λεῖα δ' ἐποίηϲεν παῤ ἀγάρροον Ἑλλήϲ πόντον, αὖτιϲ δ’ ἠιόνα μεγάλην ψαμάθοιϲι κάλυψε, τεῖχοϲ ἀμαλδύναϲ (Μ 26 —32). ἀντίκειται οὖν τὸ ἀμαλδῦναι τὸ τεῖχοϲ, ὅπερ ἐϲτὶν ἀφανίϲαι ἐκ τοῦ τόπου ἐντὸϲ ᾧ ἦν, τῷ ἔμπεδον εἶναι. οὐκ ἂν οὖν τὸ ἔμπεδον ϲημαίνοι τὸ ὀρθὸν ὅλον καὶ ἀκίνητον, ἀλλὰ μόνον τὸ πεδίῳ κείμενον. οὕτω καὶ Ἄρατοϲ ἐπὶ τῶν φυτῶν τῷ ἔμπεδον κέχρηται, εἰπών (phaen. v. 13) ὄφῤ ἔμπεδα πάντα φύωνται, ἀντὶ τοῦ ἐντὸϲ πεδίῳ καὶ τῇ γῇ κείμενα.