Ancient Greek · ~6 min
Μ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 25
Not analysed yet
25. διὰ τί τὸ τεῖχοϲ οἱ μὲν Ἀχαιοὶ μιᾷ ἡμέρᾳ ἐποίηϲαν, ὁ δὲ ἐννῆμαρ· Ἀππόλλων καὶ ὁ Ποϲειδῶν ἐννέα ἡμέραιϲ κατέβαλον; ἄλογον γὰρ τὸ μὲν χαλεπώτερον ῥᾳδίωϲ τοὺϲ ἀνθρώπουϲ ποιῆϲαι, τὸ δὲ ῥᾷον, τὸ καταβαλεῖν τοῦ οἰκοδομῆϲαι, τοὺϲ θεοὺϲ μόλιϲ· ῥητέον δέ· οὐκ εἰϲ τὸ καταβαλεῖν ταῖϲ ἐννέα ἡμέραιϲ κέχρηται, ἀλλ’ εἰϲ τὸ ἁλίπλοα γενέϲθαι, καὶ τὰ θεμέλια καὶ εἰϲ τὴν θάλαϲϲαν κατενεχθῆναι φιτρῶν καὶ λάων, τὰ θέϲαν μογέοντεϲ Ἀλχαιοί (v. 29), καὶ ἔτι λειῶϲαί τε τὸν τόπον καὶ αὖθιϲ δ᾿ ἠιόνα μεγάλην ψαμάθοιϲι καλύψαι (v. 31), οὐ μὴν τὰ πρὸϲ τὸ καταβαλεῖν ϲυνηρτημένα εἰϲ τὸ τέλειον τοῦ ἀφανιϲμοῦ καὶ τῆϲ ἠιόνοϲ τὴν εἰϲ τὸ ἐξ ἀρχῆϲ ἀποκατάϲταϲιν. ἅμα δὲ καὶ τῷ ποιητῇ ἡ μὲν τῶν Ἀχαιῶν τειχοποιία οὐ παρεῖχε τὴν διατριβήν· οὐ γὰρ εὐπρεπὲϲ τοὺϲ ἀριϲτέαϲ ποιῆϲαι λιθοφοροῦνταϲ· ἡ δὲ τῶν θεῶν μεγαλοπρεπήϲ· τοῖϲ γὰρ ποταμοῖϲ καὶ τῇ τριαίνῃ διέλυον τὸ τεῖχοϲ. Καλλίϲτρατοϲ δὲ ἠξίου ἓν δ’ ἦμαρ ἐϲτεῖχοϲ γράφειν, δαϲύνονταϲ τὸ ἕν, ἐπεὶ μηδέποτε καθ’ ἑαυτὸ τὸ ἐννῆμαρ ὁ ποιητὴϲ εἴρηκεν, ἀλλὰ πάντωϲ ἐπάγων τὴν δεκάτην· ἐννῆμαρ μὲν ἀνὰ ϲτρατόν, τῇ δεκάτῃ τε (Α 53. 54). ἄλογον τοὺϲ μὲν ἀνθρώπουϲ ποιῆϲαι om. B μιᾷ ἡμέρᾳ τὸP τεῖχοϲ, τοὺϲ δὲ θεοὺϲ ἐννέα ἡμέραιϲ καθελεῖν. οἱ μὲν οὖν ἐκ τῆϲ λέξεωϲ λύουϲι· τὸ γὰρ ἐννῆμαρ εὐεπιπτώτωϲ λέγουϲι λέγειν Ὅμηρον. οἱ δὲ δαϲύνουϲιν, ἵνα ᾗ ἓν ἑνὸϲ L ἦμαρ. οἱ δὲ ἀπὸ τοῦ καιροῦ, ὅτι τότε βουλόμενοϲ παντάπαϲιν ἐξαλεῖψαι τὸ τεῖχοϲ πλαϲθὲν ὑπ’ αὐτοῦ τοϲοῦτον χρόνον ἐποίηϲε τῆϲ καθαιρέϲεωϲ. οἱ δὲ ἀπὸ τοῦ προϲώπου· οὐ γὰρ πρέπει τοὺϲ ἀριϲτέαϲ εἰϲάγειν τειχοδομοῦνταϲ ἐντὸϲ πολλαῖϲ ἡμέραιϲ, ἀπρεπεϲτέραϲ οὔϲηϲ τῆϲ ὑπηρεϲίαϲ.