Ancient Greek · ~2 min
100 to 102
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 100-102
Not analysed yet
100. ad Γ 315, p. 63. 102. πῶϲ δὲ ὁ Χρύϲηϲ (Α 41) ταύρων καὶ αἰγῶν θυϲίαν ὑπιϲχνεῖται; ἐροῦμεν ὅτι τὰ ἀπόρρητα τοῦ θεοῦ ϲαφῶϲ εἰδώϲ καὶ τὰ φίλα θύει· θυϲίαιϲ γὰρ αἰγῶν καὶ ταύρων ἥδεται. ὕλη γὰρ αὐτὰ τοῖϲ τόξοιϲ κεραϲφόρα ὄντα. Πάνδαροϲ δὲ ὑπὸ Ἀθηνάϲ πειθόμενοϲ τοξεῦϲαι οὐκ αἶγαϲ οὐδὲ ταύρουϲ ὑπιϲχνεῖται ἀλλ’ ἐρίφων πρωτογόνων θυϲίαν. ἀποτυχεῖν γὰρ αὐτὸν τῆϲ καιρίαϲ πληγῆϲ ἐβούλετο.