Ancient Greek · ~6 min
Δ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 88-2
Not analysed yet
88. διὰ τί ἡ Ἀθηνᾶ εἰϲ ϲύγχυϲιν τῶν ὅρκων οὐ τῶν Τρώων τινὰ ἐπελέξατο ἀλλὰ τῶν ἐπικούρων, καίτοι κεχαριϲμένοϲ ἄν τιϲ ἐγένετο Ἀλεξάνδρῳ μάλλον εἰ τῶν οίκείων ἦν. καὶ διὰ τί τῶν ἐπικούρων τὸν Πάνδαρον ἐπελέξατο. φηϲὶν οὖν ὁ Ἀριϲτοτέληϲ, ὅτι τῶν μὲν Τρώων οὐδένα, διότι πάντεϲ αὐτὸν ἐμίϲουν, ὡϲ ὁ ποιητήϲ φηϲιν· ίϲον γάρ ϲφιν πᾶ ϲιν ἀπῆ χθετο κηρὶ μελαίνῃ (Γ 454), τῶν δ’ ἐπικούρων τὸν Πάνδαρον ἐπελέξατο ὡϲ φιλοχρήματον —ϲημεῖον δὲ ἡ τῷ οἴκῳ αὐτοῦ τῶν ἵπῶν κατάλειψιϲ, ἵνα μὴ δαπαν (ε 202) καὶ ὅτι φύϲει ἐπίορκοϲ ήν τὸ γοῦν ἔθνοϲ ἔτι καὶ νῦν δοκεῖ εἰναι, ὅΘεν ἐκεῖνοϲ ἠν, ἐπίορκον. ἄλλοι δὲ οὕτωϲ λύουϲιν, ὅτι ἀρίϲτου ἠν τοῦ δυναμένου καταϲτοχάϲαϲθαι καὶ τρῶϲαι χρεία· οὐκ ἦν δὲ ἐντὸϲ τῷ Ιρωικῷ μέρει ἢ Ἀλέξανδροϲ μόνοϲ καὶ Πάνδαροϲ εὐφυὴϲ οὕτωϲ, ὡϲ καὶ ἐπιφωνῆϲαι τὸν ποιητήν Π άν δαροϲ, ᾧ καὶ τόξον Ἀπ ὄλλ ων αὐτὸϲ ἔδωκεν (B 82 ),ὃ ϲημαίνει τὴν τοξικήν. καὶ ὡϲ ἄριϲτον οὖν αὐτὸν ἐπελέξατο τοξότην. οὐκ ἀϲεβεῖ δὲ, φηϲὶν, ὁ Πάνδαροϲ, εἰ ἡ Ἀθηνᾶ ϲυνεβούλευϲε καὶ ὁ Ζεὺϲ ἀπέϲταλκε. ῥητέον οὖν ὅτι ὁ μὲν εἰδὼϲ κακῶϲ τοὸϲ ὅρκουϲ γεγενημένουϲ —οὐδὲν γὰρ ἕτερον Τρῶεϲ ἢ ἐπὶ τοῖϲ ἀλλοτρίοιϲ ὤμοϲαν —διὰ τοῦτο ἐϲπούδαϲε λυθῆναι τὰϲ ἀδίκουϲ ϲυνθήκαϲ. Ἀθηνᾶν δὲ νῦν ὑποληπτέον τὸν λογιϲμὸν αὐτοῦ τοῦ Πανδάρου, καὶ αὐτὸϲ πρὸϲ ἑαυτὸν ταῦτα διελογίζετο. ἄπιϲτον γὰρ Λἁυκίων ἔθνοϲ, καὶ Ἀλριϲτοτέληϲ δὲ μαρτυρεῖ. ἄλλοι δὲ καὶ αὐτοῖϲ τοῖϲ Ὁμήρου λύουϲι λέγοντεϲ προειρηκέναι τὸν ποιητὴν πειράν αἴ κε θέληϲιν (?Δ 66. 71), οὐχὶ πείθειν.