Ancient Greek · ~5 min
Ϲ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 100-2
Not analysed yet
100. Θέτιοϲ δ’ ἐξαίϲιον ἀρὴν πᾶϲιν ἐπικρήνειεν (0 598. 99), τὴν παράνομον λέγει εὐχήν, τὴν ἔξω αἴϲηϲ καὶ μοίραϲ. τὸ γὰρ κατὰ μοῖραν· καὶ ἐντὸϲ αίϲιμα βάζειϲ (158. δ 206 confus. cum β 159) καὶ κα τὰ μοῖραν ἔειπεϲ. ἢ ὑπεραγόντωϲ μεγάλην. ἀρήν δὲ αἴτηϲιν· καὶ γὰρ ἡ εὐχὴ αἴτηϲιϲ παρὰ θεοῦ τυγχάνει· ἢ τὴν κατὰ τῶν Ἑλλήνων κατάραν. ὡϲ φιλέλλην δὲ λοιδορεῖ τὴν εὐχὴν Θέτιδοϲ. Θέτιοϲ δ’ ἐξϲιον ἀρη . πᾶϲιν ἐπικρήνειεν, τὴν παρά νομον εὐχὴν καὶ ἔξω αἴϲηϲ καὶ μοίραϲ. εἰϲ τὸ ἐμεῖο δὲ δῆϲεν ἀρῆϲ ἀλκτῆρα γενέϲθαι (C 100). οὐκ ἔϲτι τὸ ἔδηϲεν ἀπὸ τοῦ δεϲμοῦ οὐδ’ Ἄρηϲ ὁ πόλεμοϲ νῦν ἢ θεόϲ, ἀλλὰ τὸ μὲν ἔδηϲε κατὰ ϲυγκοπὴν τοῦ ἐδέηϲε, περιϲπαϲτέον δὲ τὸ ἀρῆϲ, ἵν’ ἢ βλάβηϲ, ὡϲ τὸ Μέντορ, ἄμυνον ἀρήν (χ 208)· ἐμοῦ γὰρ ἐδέηϲε καὶ χρείαν ἔϲχε τῆϲ βλάβηϲ βοηθὸν ἔχειν. ο μὲν γάρ τι νεμεϲϲητὸν βαϲιλῆα ἄνδρ’ ἀ παρέϲϲαϲθαι, Ὅτε τιϲ πρότερον χαλεπήν ῃ (T 182. 83). ἀμφίβολογ διὰ τὴν αἰτιατικήν. ἔϲτι δὲ ὁ λόγοϲ περὶ τοῦ βαϲιλέωϲ, ὅτι οὐκ ἔϲτι νεμεϲητόν, εἰ βαϲιλεὺϲ ἄνδρα βλάψαϲ καὶ τῆϲ ἀδικίαϲ προϋπάρξαϲ ἀπαρέϲζητ. ϲεται αὐτόν. ἔϲτι δὲ τὸ ἀπαρέϲϲεται τὸ τῆϲ ἀρᾶϲ ἀπᾶραι, τουτέϲτι τῆϲ βλάβηϲ ἀπαλλάξαϲθαι καὶ ἐξιλάϲαϲθαι.