Ancient Greek · ~3 min
Ϲ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 98-3
Not analysed yet
98. διὰ τί τὸν Ἀχιλλέα οὕτωϲ ἀνώμαλον πεποίηκεν, ὅϲ γε ὅτε ἔζη τεθνάναι ἐβούλετο, τεθνεὼϲ δὲ ζῆν δουλεύων μᾶλλον ἢ ἔχειν τὴν τοῦ Ἅιδου βαϲιλείαν (λ 489); ἢ οὔτε τὸ τεθνάναι δι’ αὐτὸ αἱρεῖϲθαι φαίνεται οὔτε τὸ ζῆν. ἀλλὰ διὰ μόνα τὰ καλα ἔργα καὶ ὅπωϲ πράττῃ ταῦτα. ἵνα μὲν γὰρ βοηθήϲη τῷ Πατρόκλῳ, τε Θναίην φηϲίν, ἵνα δὲ τῷ πατρί, ζῆν ἐθέλει. ὥϲτε καλῶν ἔργων προκειμένων ὁ φιλόκαλοϲ καὶ ζῶν τεθνάναι αἱρήϲεται, εἰ μέλλοι καλόν τι πρᾶξαι ἀποθανών, καὶ ἀναβιώϲεϲθαι πάλιν, εἰ μέλλοι τῶν κατ’ ἀρετήν τι πράξαι ἀναζήϲαϲ. πῶϲ τοϲοῦτον φιλόζωον εἰϲάγει (λ 489) τὸν προκρίνοντα τὸ ὀλιγοχρόνιον μετ’ εὐκλείαϲ ζῆν ἤτοι οὖν παραμυθούμενοϲ τὴν δυϲτυϲχίαν Ὀδυϲϲέωϲ ταῦτά φηϲιν, ἢ τὸ ἄπρακτον τῶν νεκρῶν ὁρῶν βδελύττεται κ’ τὴν παρὰ τοῖϲ νεκροῖϲ δίαιταν.