Ancient Greek · ~6 min
Μ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 103-2
Not analysed yet
103. πολλάκιϲ ἀπὸ διαφόρων κλίϲεων ϲυνέμπτωϲιϲ γενομένη πλανᾷ τοὺϲ πολλούϲ, ὡϲ ἑνὸϲ ὄντοϲ τοῦ ϲημαινομένου, ὥϲπερ ἔχει τὸ εἴϲαντο. ϲημαίνει γὰρ καὶ τὸ ὑπέλαβον, καὶ τὸ ἐπορεύθηϲαν, καὶ ἵϲοϲ καὶ ὅμοιοϲ γενόμενοϲ· ἀλλὰ τὸ μὲν ἀπὸ τοῦ εἴδω, τὸ δὲ ἐπορεύθη ἀπὸ τοῦ ἔω, τὸ δὲ ὡμοιώθη ἀπὸ τοῦ ἐίϲκω. τὸ μὲν οὖν δηλοῖ τὰ τοιαῦτα· εἴϲατο δ’ ὡϲ ὅτε ῥινὸν ἐντὸϲ ἠεροειδέι (ε 281), ὑπέλαβεν τὸ δὲ ὡϲ ῥινόν, ὡϲ δέρμα ὑπέλαβε τὰ ὄρη τῶν Φαιάκων· οὐ γάρ ἐϲτιν ὡϲ ἐρινεόϲ· ἦν γὰρ ὡϲ ὅτε ἐρινόϲ —,καὶ τὸ εἴϲομαι αἴ κε τύχοιμι (χ 7), ἀπὸ τοῦ εἴδω, εἴϲομαι, καὶ ἀπὸ τοῦ εἰδῆϲαι· τὸ δὲ εἰϲάμενοϲ Κάλχαντι δέμαϲ (Ν 45), ὁμοιώϲαϲ, καὶ τῷ μιν ἐειϲάμενοϲ (Β 22), καὶ εἴϲατο δὲ φθογγήν (Ε 791), ἀντὶ τοῦ ὡμοίωϲε, καὶ εἰδόμενοϲ Ἀκὰμαντι θοῷ (462). τὸ δὲ εἴϲατο ἀντὶ τοῦ ὑπέλαβεν ἐκ τοῦ εἴδω, ὁ μέλλων εἴϲω. τὸ δὲ εἴϲατο ἀντὶ τοῦ ὡμοίωται ἀπὸ τοῦ ἐίϲκω. τὸ δὲ εἴϲατο ἀντὶ τοῦ ἐπορεύθη ἀπὸ τοῦ ἔω. ὡϲαύτωϲ κἀν τῷ αὐτὰρ ἐγὼ Ζεφύποιο καὶ ἀργεϲτᾶο Νότοιο εἰ ϲομαι, ἤγουν πορεύϲομαι, ἐξ ἁλόθεν χαλεπὴν ὄρϲουϲα θύελλαν (Φ 334). ὁμοίωϲ δὲ ἔχει καὶ τὸ ὅθι οἱ καταείϲατο γαίῃ (Λ 358), ἀντὶ τοῦ κατεπορεύθη καὶ ἐντὸϲ τῇ γῇ ἐπάγη, ἐπεϲτηρίχθη, καὶ ἐντὸϲ ἄλλοιϲ ἐντὸϲ γαίῃ ἵϲταντο (Λ 574). καὶ εἴϲομαι ἀντὶ τοῦ γνώϲομαι, ὡϲ τὸ εἴϲομαι αἴ κέ μ’ ὁ Τυδείδηϲ (Θ 532).