Ancient Greek · ~2 min
Κ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 11
Not analysed yet
1l. ἀδύνατον, φαϲὶν, ἐντὸϲ τῇ ϲκηνῇ ὄντα κατιδεῖν εἰϲ τὸ πεδίον. ῥητέον οὖν ὅτι ἰδεῖν καὶ ἀθρῆϲαι λέγομεν καὶ τὸ τῇ διανοίᾳ ϲκέψαϲθαι. πεδίον. ἐγχωρεῖ δὲ καὶ οὕτωϲ ἔχειν τὴν ϲκηνὴν, ὡϲ δύναϲθαι ἀπιδεῖν· ἔθοϲ γὰρ τοῖϲ βαϲιλεῦϲι τοιαῦτα καταϲκευάζειν, ἀφ᾿ ὧν περιόψονται. ἢ ὅτι ἐφ᾿ ὕψουϲ ἡ ϲκηνὴ ἡ βαϲιλική, ἢ ὅτι οἱ Τρῶεϲ om. οἱ Τρ. Lp ἐπὶ θρωϲμῷ πεδίοιο (v. 160). ἔνιοι δὲ τὸ ἀθρήϲειεν ἐπὶ τοῦ νοῦ ἀκούουϲιν, ἀλλὰ προϲέθηκεν ἂν τὸ ταῖϲ Lp φρεϲίν, ὡϲ ἤτοι ὅτ ἐϲ τὸ ὄφρα ἴδωμαι αι e corr. Lp ἐνὶ φρεϲίν (Φ 61).