Ancient Greek · ~1 min
Κ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 47
Not analysed yet
47 sqq. εἰ δέ τιϲ λέγει τὸν Ἕκτορα διὰ ταῦτα ὑπερτίθεϲθαι καὶ αὐτοῦ τοῦ Ἀχιλλέωϲ, ἴϲτω ὅτι λύει τὸ ἄπορον ὁ βαϲιλεύϲ, προϲθεὶϲ τὸ αὕτωϲ, ἤτοι οὕτωϲ ἁπλῶϲ, οὔτε θεάϲ, φηϲὶν, υἱὸϲ φίλοϲ οὔτε θεοῖο. Ἀχιλλεὺϲ μὲν γὰρ καὶ τοιαῦτα καὶ μείζω δράϲαϲ οὐκ ἂν ἐκπλήξοι τινά (ἐκ θεάϲ γάρ), ὁ Ἕκτωρ δὲ ἁπλῶϲ ἀνήρ.