Ancient Greek · ~2 min
A
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 113
Not analysed yet
113. διὰ τί ὁ Ἀγαμέμνων τὴν αἰχμάλωτον τῆϲ γαμετῆϲ προκρίνει; λέγει γάρ· Κλυταιμνήϲτρηϲ προβέβουλα. καὶ οἱ μέν φαϲιν, ὅτι ἕνεκα τοῦ μὴ δοκεῖν Ἕλληϲιν ἐφ’ ὕβρει κατεχεϲθαι τὴν κόρην, οἱ δὲ ὅτι ἐπαινεῖ τὴν Χρυϲηίδα ἵνα μὴ τὰ τυχόντα τοῖϲ Ἕλληϲιν ἀλλὰ τὰ μέγιϲτα δοκῇ χαρίζεϲθαι, ἔνιοι δὲ ὅτι ἵνα ψευδόμενον ἀποδείξῃ τὸν Κάλχαντα· πῶϲ γὰρ ὀργίζοιτο ἂν ὁ θεόϲ, τῆϲ αἰχμαλώτου μηδὲν ἐφύβριϲτον παϲχούϲηϲ;