Ancient Greek · ~2 min
A
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 117
Not analysed yet
117. ὁ δὲ ἤ διαϲαφητικόϲ ἐϲτιν ἀντὶ τοῦ ἤπερ, ὡϲ τὸ ἢ ἀφνειότεροι (α 165). ἔϲτι δὲ καὶ μετὰ ἤθουϲ. Πορφ ύριοϲ δὲ διαζευκτικὸν ἀντὶ τοῦ καί, οἷον καὶ αὐτὸϲ ἀπολέϲθαι. ὁ δὲ λόγοϲ τοιοῦτοϲ· θέλω, φηϲίν, ἐγὼ τὸν ὄχλον μᾶλλον ϲώζεϲθαι καὶ αὐτὸϲ ἀπολέϲθαι. Πορφύριοϲ δὲ παραδιαζευκτικὸν ἀντὶ τοῦ καὶ ἀπολέϲθαι ἐγώ. ἤπερ, διαϲαφητικῶϲ, ὡϲ τὸ ἢ ἀφνειότεροι. ἔϲτι δὲ μετὰ ἤθουϲ. Πορφύριοϲ δὲ παραδιαζευκτικὸν ἀντὶ τοῦ καὶ ἀπολέϲθαι ἐγώ.