Ancient Greek · ~10 min
Ζ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 116
Not analysed yet
116. ἀποροῦϲιν ἐπὶ τῇ ἀποϲτάϲει Ἕτορόϲ τινεϲ τῇ εἰϲ τὴν πόλιν γεγονυίᾳ. πάϲηϲ γὰρ οὕτωϲ τῆϲ ῥοπῆϲ τῶν πραγμάτων παρὰ τοῖϲ Ἕλληϲιν οὔϲηϲ, δυνάμενοϲ ὁ Ἕκτωρ καὶ ἄλλον ἀποϲτέλλειν πρὸϲ τὴν μητέρα, ἵνα εὔξηται καὶ τὰϲ ἄλλαϲ εἰϲ τοῦτο παρακαλέϲῃ, οὐ ποιεῖ τοῦτο, ἀλλ’ αὐτὸϲ ἄπειϲιν. οἱ μὲν φαϲιν, ὅπωϲ τῇ γυναικὶ διαλεχθῇ τοῦτο τὸν ποιητὴν οἰκονομῆϲαι. οἱ δὲ τοῦτο μὲν ἄλλωϲ φαϲίν ἐπακολουθῆϲαι, προηγούμενον δὲ ἰδεῖν ὡϲ εὔλογον εἶναι ἀπαίτηϲινφαϲὶν ὅτι παρών τε οὐδὲν ὠφέλει καὶ ἀπελθὼν ἐξ ὧν ὁ μάντιϲ ἔλεγεν ἀπαλλαγὴν τῶν παρόντων εὕριϲκε, παραϲκευάϲαϲ τὸ θεῖον εὐμενέϲ. καὶ οὐ μικρὰν δὲ ἔφαϲαν ἐπιϲτροφὴν τοῦ θείου εἰναι τὸ ἢ διὰ τοῦ τυχόντοϲ ἢ διὰ τοῦ προεϲτῶτοϲ τῶν πραγμάτων γίνεϲθαι τὴν θεραπείαν, ἐπεὶ οὐδὲ τὸ ὑπὸ οἰκέτου τυχεῖν διακονίαϲ ὅμοιον τῷ ὑπὸ τοῦ υἱοῦ ἢ ἀδελφοῦ ἢ γυναικόϲ· ὑπὸ τῶν ἀρίϲτων γὰρ τιμωμένουϲ τοὺϲ θεοὺϲ εἰκὸϲ μᾶλλον χαίρειν ἢ ὑπὸ τῶν τυχόντων. ἔπειτ’ οὐ περὶ τοῦ Ἕξκτοροϲ ζητεῖν δεῖ, διὰ τί χωρίζεται πειϲθεὶϲ τῷ μάντει καὶ τούτου ἀκούϲαϲ ἐκτελεῖ τὴν πρόϲταξιν, ϲυντελεῖν τὰ κελευόμενα πρὸϲ τούϲ θεοὺϲ καθήκειν κρίναϲ· πρὸϲ δὲ τὸν μάντιν, εἰ ἄρα, ζητεῖν ἔδει, δι’ ῆν αἰτίαν καὶ τοῦτον ἀπάγει. εἰπὲ δ’ ἄν ὅτι οὐ πρὸϲ τὰϲ δόξαϲ τῶν πολλῶν ἅπαντα πέφυκεν εἰϲ τούϲ θεὸϲ καθήκοντα, ἀλλ’ ὥϲπερ ἐφάνη δεῖν εὔξαϲθαι καὶ θεῶν οὐκ ἄλλῳ ἀλλὰ τῆ Ἀθηνά, πέπλον τε ἀναθεῖναι τὸν χαριέϲτατον ἠδὲ μέγιϲτον καὶ βουθυϲίαϲ ὑποϲχέϲθαι καὶ διὰ πρεϲβυτίδων γυναικῶν καὶ ἐντίμων καὶ τῶν ἱερειῶν γενέϲθαι τὰϲ εὐχάϲ, οὑτωϲὶ δὲ καὶ ὅτι διὰ πρεϲβευτοῦ καὶ ἀξιόχρεω Ἕκτοροϲ παντὶ λῷον ἐφάνη τὴν πραγματείαν γενέϲθαι, μείζονα ἔχοντοϲ τὴν τοῦ ϲυμφέροντοϲ κατάληψιν ἢ οἱ ἄλλοι ἰδιῶται. καὶ μῆνιϲ θεῶν πολλάκιϲ ἰδίωϲ διά τινοϲ λύεται προϲώπου καὶ διὰ τοῦδε μᾶλλον τοῦ ἱερείου ἢ τοῦδε καὶ τῶνδε παρόντων ἢ τῶνδε. χωρὶϲ δὲ τούτων οὐκ ἔρημον ἄρχοντοϲ κατέλιπε τὸ ϲτρατόπεδον, ἀλλ᾿ οἵ τε ἀδελφοὶ παρῆϲαν πολλοὶ καὶ ὁ Αἰνείαϲ καὶ οἱ Ἀντηνορίδαι καὶ Πουλυδάμαϲ, ἀξίωμα ἐπὶ τῷ μάχεϲθαι καὶ φρόνημα οὐ μικρὸν ἔχοντεϲ. δεῖ οὖν μᾶλλον λογίζεϲθαι διὰ τὴν εἰρημένην χρείαν καὶ ἄλλα παρευρίϲκειν ὠφελεῖν μέλλοντα τοὺϲ οἰκείουϲ, ὧν καὶ τὸ ἐξαγαγεῖν κρυπτόμενον τὸν Ἀλέξανδρον καὶ οἴκου διατρἱβοντα· πρὸϲ ὃν εἰκὸϲ ἀγανακτοῦνταϲ τοὺϲ Τρῶαϲ ἐθελοκακεῖν ἐν τῷ πολέμῳ. ῥᾳδίωϲ δὲ οὐκ ἂν ἐξήγγελλε πέμψαϲ ἄλλουϲ πρὸϲ αὐτόν. καὶ γὰρ καὶ τὸ μονομάχιον τούτῳ πειϲθεὶϲ ἐποίηϲε (Η 54 sqq.) . δειϲιδαίμων δὲ ὤν οὐ θέλει παρέργωϲ τὴν θυϲίαν γενέϲθαι. ἄλλωϲ τε παροξύνει αὐτοὺϲ καὶ καταλείπει Αἰνείαν. ἢ πρὸϲ ἀνάπαυϲιν τῶν ϲτρατευμάτων· διὸ καὶ τὸ μονομάχιον Γλαύκου παράγεται. ἢ ἐπεὶ ὠνείδιϲται ὑπὸ Ϲαρπηδόνοϲ (Ε 472 sqq) Ἀλέξανδρον θέλει παρεγεῖραι.