Ancient Greek · ~10 min
Ζ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 129
Not analysed yet
129. πῶϲ, φαϲὶ, λέγει Διομήδηϲ οὐκ ἂν ἔγωγε θεοῖϲιν ἕπουρανίοιϲι μαχοίμην οὐδὲ γὰρ οὐδὲ Δρύαντοϲ υἱὸϲ κρατερὸϲ Λἁυκόοργοϲ δὴν ἦν, ὅϲ ῥα θεοῖϲιν ἐπουρανίοιϲιν ἔριζεν, ὅϲ ποτε μαινομένοιο Διωνύϲοιο τιθήναϲ ϲεῦε κατ᾿ ἠγάθεον Νυϲήιον, αἱ δ’ ἅμα πᾶϲαι θύϲθλα χαμαὶ κατέχευαν ὑπ’ ἀνδρφόνοιο Λἁυκούργου καὶ τὰ ἑξῆϲ πῶϲ γὰρ παραιτεῖϲθαι λέγων τὸ θεομαχεῖν αὐτὸϲ μὲν δύο τέτρωκε θεοὺϲ ἤδη, τὸν Διόνυϲον δὲ ἐν αὐτοῖϲ τούτοιϲ μαινύμενον λέγει καὶ πεφευγέναι εἰϲ θάλαϲϲαν φοβηθέντα; ἄτοπον γὰρ καὶ ψεύϲτην ὁμοῦ καὶ βλάϲφημον τὸν Διομήδη κατελέγχοντα. λύϲιϲ. τὸ μὲν οὖν τρῶϲαι θεοὺϲ οὐ κατὰ προαίρεϲιν αὐτοῦ γέγονε, καθ’ ὑπηρεϲίαν δὲ ἄλληϲ θεοῦ κατὰ θεῶν ἕπεϲθαι καὶ αὐτῆϲ τοῖϲ δύο δ’ εἰρηκυίαϲ Ἀθηνᾶϲ μόνοιϲ δεῖν ἐναντιωθῆναι καὶ διὰ τούτουϲ τὴν ὁμίχλην ἀφελούϲηϲ καὶ τὴν ἀπὸ τούτων μόνων ἀγνωϲίαν ἀφηρημένηϲ, προϲθείϲηϲ δὲ μή τι ϲύ γ’ ἀθανάτοιϲι θεοῖϲ ἀν τικρὺ μάχεϲθαι τοῖϲ ἄλλοιϲ (ε 130), καὶ τοῦ Διομήδουϲ εἰπόντοϲ ἀλλ’ ἔτι ϲῶν μέμνημαι ἐφετμέων, ἃϲ ἐπέτελλεϲ· οὕ μ’ εἴαϲ μακάρεϲϲι θεοῖϲ ἀντικρ μάχεϲθαι τοῖϲ ἄλλοιϲ (ε 818 sqq.) ,Γλαύκου δὲ θραϲύτερον ἐπιόντοϲ, εὐλαβεῖται, μή τιϲ εἴη θεόϲ, καὶ τὰϲ παραγγελίαϲ εἰϲ μνήμην ἀγείρει, λέγων· οὐκ ἂν ἔγωγε θεοῖϲιν ἐπουρανίοιϲι μαχοίμην. μαινόμενοϲ δὲ ὁ Διόνυϲοϲ οὐ κατὰ βλαϲφημίαν είρηται, ἀλλὰ παραϲτατικῶϲ τῆϲ τοῦ θεοῦ κατὰ βακχείαν ὁρμῆϲ, φλέγοντοϲ ίϲχυρῶϲ καὶ ἀκμάζοντοϲ ἐρρωμένωϲ ἐντὸϲ τῇ τῆϲ χορείαϲ καταϲτάϲει, ὁμοίωϲ τῷ μαίνετο δ’ ὡϲ ὁτ’ Ἄρηϲ ἐγχέϲπα λοϲ ἢ ὸλοὸν πῦρ (0 605) καὶ ἐντὸϲ τῇ ϲυνηθείᾳ δὲ ἐπὶ τῶν ὑπερβαλλόντων τοῖϲ ἔργοιϲ κατ’ ἀνδρείαν μαίνεται φαμέν, μανίαν τὴν ἐνθουϲιαϲτικὴν πρᾶξιν λέγοντεϲ. καὶ Πλάτων (Phaedr. p. 244) δὲ διαιρῶν τὰϲ μανίαϲ δείκνυϲι τὰϲ ἀγαθάϲ τε καὶ θείαϲ, αἵ τινέϲ εἰϲι. φυγὴν δὲ Διονύϲου οὐχ ὁ Διομήδηϲ κατεγνωκε, τοῖϲ δὲ λεγομένοιϲ καὶ κεκρατηκόϲι μύθοιϲ ′′Cμηροϲ κρίνων αὐτοὺϲ είϲ χρῆϲιν κατὰ καιρὸν τοῖϲ ἥρωϲιν ἀνατέθεικε. τὰ δὲ κατὰ τὴν Λυκουργίαν οἰκεῖον ἦν εἰδέναι τῷ Διομήδει· Οἰνεὺϲ γὰρ ὁ πάπποϲ αὐτῷ ὁμόλεκτροϲ λέγεται Διονύϲῳ γενέϲθαι. οἰδεν οὖν εἰκότωϲ τὰ κατὰ τὸν Διόνυϲον καὶ ὁποίου τέλουϲ ἔτυχεν ὁ πρὸϲ τοῦτον μαχεϲάμενοϲ Λἁυκοῦργοϲ. ἐναργῶϲ δὲ καὶ ἐντὸϲ ὸλίγοιϲ καὶ κυρίᾳ τῇ λέξει χρώμενοϲ χορείαν ἀπήγγειλε Bακχῶν· ὁ μὲν γὰρ Λυκοῦργοϲ τὸν πέλεκυν ἀνατετακὼϲ ὁρᾶται —οὐτοϲ γάρ ἐϲτιν ὁ βουπλήξ —,αἱ δὲ φεύγουϲαι κατὰ τὸ ὄροϲ, οἱ δὲ θύρϲοι κείμενοι χαμαί, ὁ δὲ Διόνυϲοϲ διὰ δέοϲ καταδυόμενοϲ εἰϲ τὴν θάλαϲϲαν ὡϲ ἄν ἔτι παῖϲ, καὶ Θέτιϲ ὑποδεχομένη τοῖϲ κόλποιϲ ὡϲ νήπιον ἔτι καὶ παῖδα. τὸ δὲ δεδιότα διὰ τὴν ἀπειλὴν τοῦ ἐπανατειναμένου τὸν πέλεκυν ἀνδροφόνου Λυκούργου καὶ τὸ τὰ θύϲθλα δὲ καταχέαι φάναι, ἀλλὰ μὴ ῥῖψαι, τὸ ὰβρὸν τῶν περὶ τὸν Διόνυϲον Bακχῶν παραϲτήϲει.