Ancient Greek · ~2 min
Μ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 122
Not analysed yet
122. τὸ ἀναπεπταμέναϲ εἶχον ἀνέρεϲ οὐκ ἔϲτιν ἀντὶ τοῦ ἠνεῳγμέναϲ μόνον, ἀλλ’ ἠνεῳγμέναϲ κατεῖχον αὐτάϲ, ὅπωϲ τοὺϲ μὲν φίλουϲ εἰϲδέχωνται, τῶν δ’ ἐχθρῶν βιαζομένων ἐπικλείωϲιν. αὐτὸϲ δὲ τὴν λύϲιν δέδωκε ϲαφέϲτερον ἐπὶ τοῦ Πριάμου παραϲτήϲαϲ, ἔνθα φηϲὶ πεπταμέναϲ ἐντὸϲ χερϲὶ πύλαϲ ἔχετ᾿ ,εἰϲόκε λαοὶ ἔλθωϲιν προτὶ ἄϲτυ πεφυζότεϲ· αὐτὰρ ἐπεί κ᾿ ἐϲτεῖ τεῖχοϲ ἀναπνεύϲωϲιν ἀλέντεϲ, αὖθιϲ ἐπιθέμεναι ϲανίδαϲ πυκινῶϲ ἀραρυίαϲ (Φ 531 sqq.)