Ancient Greek · ~16 min
Μ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 127.1
Not analysed yet
127 sqq). ἐντὸϲ τῇ τειχομαχίᾳ τεταράχθαι δοκεῖ τὰ ἔπη ταῦτα Ἀϲίου ἐπελθόντοϲ κατὰ τὰϲ πύλαϲ τῷ τείχει, ἐπιλέγει ὁ ποιητὴϲ περὶ αὐτοῦ τ καὶ τῶν μετ᾿ αὐτοῦ· νήπιοι, ἐντὸϲ δὲ πύλῃϲι δύ᾿ ἀνέραϲ εὗρὸν ἀρίϲτουϲ, υἷαϲ ὑπερθύμουϲ Λαπιθάων αἰχμητάων, τὸν μὲν Πειριθόου υἷα, κρατερὸν Πολυποίτην, τὸν δὲ Λεοντῆα, βροτολοιγῷ ἶϲον Ἄρηι. τὼ μὲν ἄρα προπάροιθε πυλάων ψηλάων ἕϲταϲαν, ὡϲ ὅτε τε δρύεϲ οὔρεϲιν ὑψικάρηνοι (Μ 127 —132). διὰ γὰρ τούτων εἰπὼν τὸν Λεοντέα καὶ Πολυποίτην πυλάων προπάροιθεν ἑϲτάναι ὡϲ δρῦϲ, ἀναμένονταϲ ἐπερχόμενον μέγαν Ἄλϲιον οὐδὲ φέβοντο (v. 136), εἶτα ἐπάγων περὶ τῶν κατὰ τὸν Ἄϲιον· οἱ δ’ ἰθὺϲ πρὸϲ τεῖχοϲ ἐύδμητον, βόαϲ αὕαϲ ὑψόϲ᾿ ἀναϲχόμενοι, ἔκιον μεγάλῳ ἀλαλητῷ Ἄϲιον ἀμφὶ ἄνακτα καὶ Ἰσμενὸν καὶ Ὀρέϲτην Ἀϲιάδην τ’ Ἀδάμαντα Θόωνά τε Ὀἰνόμαόν τε (v. 137 —40), πάλιν ποιεῖ τοὺϲ περὶ τὸν Λεοντέα καὶ Πολυποίτην ἐνδὸν ἐόνταϲ, οὓϲ πρόϲθεν ἔξω ἑϲτάναι ἔφη· ἐπάγει γάρ· οἱ δ’ ἤτοι εἵωϲ μὲν ἐυκνήμιδαϲ Ἀχαιοὺϲ ὄρνυον ἐνδον ἐόντεϲ ἀμύνεϲθαι περὶ νηῶν· αὐτὰρ ἐπειδὴ τεῖχοϲ ἐπεϲϲυμένουϲ ἐνόηϲαν Τρῶαϲ, ἀτὰρ Δαναῶν γένετο ἰαχή τε φόβοϲ τε, ἐκ δὲ τὼ ἀίξαντε πυλάων πρόϲθε μαχέϲθην, ἀγροτέροιϲι ϲύεϲϲιν ἐοικότε (v. 141 —46), καὶ πληρώϲαϲ τὴν παραβολὴν ἐπάγει· ὣϲ τῶν κόμπει χαλκὸϲ ἐπὶ ϲτήθεϲϲι φαεινὸϲ ἄντην βαλλομένων (v. 150. 51). διὰ γὰρ τούτων φαίνεται ταραχὴ τῶν ἐπῶν, πρότερον μὲν ὡϲ ἔξω ἑϲτώ αὖθιϲ δὲ ὡϲ ἔνδον ὄντων καὶ ἐξιόντων. ὅθεν οἱ μὲν ἠξίουν προ ταῦτα τὰ ἔπη· οἱ δ᾿ ἤτοι εἵωϲ μὲν ἐυκνήμιδαϲ Ἀχαιούϲ, ἵν’ ᾖ τὸ ἀκόλουθον τοιοῦτον· ἐντὸϲ δὲ πύλῃϲι δύ᾿ ἀνέραϲ εὗρον ἀρίϲτουϲ, υἷαϲ ὑπε ρθύμουϲ Λαπιθάων αἰχμητάων· οἱ δ’ τοι εἵωϲ μὲν ἐυκνήμιδαϲ Ἀχαιοὺϲ ὄρνυον (v. 127. 8 141. 2) εἶτα ϲυνάψαντεϲ τοὺϲ ἐφεξῆϲ, ὧν ἡ ἀρχὴ αὐτὰρ ἐπειδὴ τεῖχοϲ, Τρῶαϲ, ἀτὰρ Δαναῶν, ἐκ δὲ τὼ ἀίξαντε, ἀγροτέροιϲι ϲύεϲϲιν, ἀνδρῶν ἠδὲ κυνῶν, ὥϲ τῶν κόμπει χὰλκὸϲ ἐπὶ ϲτήθεϲϲι φαεινὸϲ ἄντην βαλλομένων, λαοῖϲι καθύπερθε (143 —47; 51 —53), εἶτα ἀνατρέχουϲιν ἐπὶ τὸ τὼ μὲν ἄρα προπάροιθε (v. 131), καὶ καταβάντεϲ τοὺϲ δέκα ϲτίχουϲ ἄχρι τοῦ Ἀϲιάδην τ´ Ἀδάμαντα (v. 140) ἐπάγουϲιν οἱ δ’ ἄρα χερμαδίοιϲι (v. 154) καὶ τὰ ἑξῆϲ. Ἡφαιϲτίων δὲ διπλῆν τὴν γραφὴν εἶναι ἔφη καὶ δεῖν παρα ἢ τοὺϲ δέκα ϲτίχουϲ τοὺϲ ἀπὸ τοῦ τῶ μὲν ἄρα προπάροιθεν (v. 131) μέχρι τοῦ Ἀϲιάδην τ’ Ἀδάμαντα (v. 140) ἢ τοὺϲ ιγ΄ τοὺϲ ἀπὸ τοῦ οἱ δ᾿ ἤτοι εἵωϲ μὲν ἐυκνήμιδαϲ Ἀχαιούϲ (v. 141) 35 μέχρι τοῦ λαοῖϲι καθύπερθε (v. 153). μήποτε δὲ, κἂν οὕτωϲ μένῃ ἡ γραφὴ καὶ ἡ τάξιϲ, οὐδὲν ἄτοπον, πρότερον μὲν εἰπόντοϲ τοῦ ποιητοῦ ὅτι περὶ τὰϲ πύλαϲ ἦϲαν οἱ περὶ τὸν Πολυποίτην (ἐν δὲ πύλῃϲι δύ᾿ ἀνέραϲ εὖρον ἀρίϲτουϲ, v. 127), ἐπιϲημηναμένου τε ὅτι καὶ εξωθεν ἑϲτῶταϲ εὗρον, εἶτα καὶ ἐπαναδραμόντοϲ, ὅπωϲ περὶ τὰϲ πύλαϲ ἔχοντεϲ τούϲ τε ἔϲω παρώρμων, ἐπιόνταϲ βλέποντεϲ τοὺϲ περὶ τὸν Ἀϲιον, αὐτοί τε προεκδραμόντεϲ ἀνέμενον πάντεϲ ἔξω τὸν Ἄϲιον. καὶ γὰρ οἷτοϲ εἰϲ τρόποϲ ἑρμηνείαϲ, ἐκ τῶν ὕϲτερον ἀρξάμενον ἀναδραμεῖν εἰϲ τὰ πρῶτα καὶ πάλιν ϲυνάψαι ταῦτα τοῖϲ ὑϲτέροιϲ. καὶ ἔϲτι ϲυνήθηϲ ὁ τρόποϲ τῆϲ ἑρμηνείαϲ τῷ ποιητῇ. οὕτωϲ γὰρ εὐθὺϲ κατ᾿ ἀρχὰϲ τὴν μῆνιν εἰπὼν κεφαλαιωδῶϲ, ὅϲων κακῶν αἰτία γέγονε τοῖϲ Ἕλληϲιν, ὕϲτερον ἐπὶ τὰ αἴτια ἀνατρέχει ταύτηϲ καὶ ἐπεξεργάζεται δι’ ὕληϲ τῆϲ ποιήϲεωϲ τὰ κατ᾿ αὐτήν. οὕτω καὶ περὶ τῆϲ νόϲου εἰπών· Λητοῦϲ καὶ Διὸϲ υἱόϲ· ὁ γὰρ βαϲιλῆι χολωθεὶϲ νοῦϲον ἀνὰ ϲτρατὸν ὦρϲε κακήν, ὀλέκον το δὲ λαοί, οὕνεκο τὸν Χρύϲην ἠτίμαϲεν ἀρητῆρα Ἀτρείδηϲ (Α 9sq). ἑξῆϲ ἐπέξειϲι, πῶϲ ἐπράχθη τὰ κατὰ τὴν νόϲον. καὶ ἐνταῦθα τοίνυν εἰπών, ὅτι περὶ τὰϲ πύλαϲ εἶχον οἱ περὶ τὸν Λεοντέα καὶ ἀνέμενον πρὸ τῶν πυλῶν ἑϲτῶτεϲ ἐπερχόμενον τὸν Ἄϲιον, ἐπαναδραμὼν ἐξ τὰ κατὰ μέροϲ, ὅτι τέωϲ μὲν ἔνδον ἦϲαν προτρεπόμενοι τοὺϲ Ἀχαιοὺϲ ἀμύνεϲθαι περὶ νηῶν, εἶτα, ἐπειδὴ ἐθεάϲαντο τοὺϲ περὶ τὸν Ἄϲιον ἐπιόνταϲ καὶ πεφευγόταϲ τοὺϲ Ἕλληναϲ, αὐτοὶ ἀίξαντεϲ πυλάων πρόϲθε μαχέϲθην (M 145). τὰ οὖν κεφαλαιωδῶϲ ἐκτιθέμενα προλαμβάνειν εἴωθε τὸ ϲυμπέραϲμα· τὰ δὲ ἀνάπτυξιν ἔχοντα πολλῶν εἰϲ τὴν ἀρχὴν ἀναδραμόντα οὕτω κάτειϲιν ἐπὶ τὸ τέλοϲ.