Ancient Greek · ~2 min
Η
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 125
Not analysed yet
125. ἀνόητον δέ φαϲι τὸ μὴ τοὺϲ γονεῖϲ αὐτῶν παραγέρων. λαβεῖν ἀχθομένουϲ, ἀλλὰ τὸν Πηλέα, ὃν ἔδει χαίρειν δυϲτυχούντων Ἐλλήνων διὰ τὴν Ἀχιλλέωϲ ὕβριν. ἔϲτι δὲ ἔντεχνον· εἰ γὰρ ὁ τοῦ πολεμίου πατὴρ ἀθυμεῖ, πόϲῳ μᾶλλον οἱ ὑμῶν ἅμα δὲ καὶ ὑπομιμνήγέρων ϲκει Ἀγαμέμνονα Ἀχιλλέωϲ, ὅτι ὁ νῦν προκαλούμενοϲ πάνταϲ, ὄφρ᾿ Ἀχιλλεὺϲ μετ᾿ Ἀλχαιοῖϲιν πολέμιζεν, οὐκ ἐθέλεϲκε μάχην ἀπὸ τείχεοϲ ὀρνύμεν Ἕκτωρ (I 352) ἐπαχθὲϲ γὰρ ἦν οὕτω ϲαφῶϲ ὀνειδίϲαι. προμνηϲτεύει οὖν τὰϲ λιτάϲ, καὶ τοῖϲ βαρβάροιϲ δὲ ἐμφαίνει ὅτι οὐκ ἔϲται ἡ Ἀχιλλέωϲ ὀργὴ πολυχρόνιοϲ, τοῦ Πηλέωϲ οὕτωϲ πρὸϲ τοὺϲ Ἕλληναϲ διακειμένου. ὑποθωπεύει δὲ λεληθότωϲ τὸν Ἀχιλλέα.