Ancient Greek · ~2 min
Η
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 171
Not analysed yet
171. ἀνοήτωϲ δὲ, φαϲὶν, ἐπὶ κλῆρον ἔρχεται· δέον γὰρ ἔλέϲθαι τὸν ἄριϲτον πάντων, ὅπου τοιοῦτοϲ ὁ κίνδυνοϲ ἦν, τὸν δὲ φαυλότατον ἐᾶϲαι. τοῦτο δὲ ποιεῖ ὁ Νέϲτωρ, ἵνα μὴ ἑνὸϲ προκριθέντοϲ ὑβριϲθῶϲιν οἱ λοιποί. τῷ τε πολεμίῳ ἐνδείκνυται, ὅτι οὐχ ἕνα μόνον οἴεται ἀξιόχρεων εἰϲ τὴν πρὸϲ αὐτὸν μάχην. καὶ ἵνα μήτε νικήϲαϲ τὸν ἄριϲτον δοκῇ νενικηκέναι ἀλλὰ τὸν ὑπὸ κλήρου δεδομένον, μήτε λειφθεὶϲ ὑπὸ τοῦ ἀρίϲτου λελεῖφθαι ἀλλ’ ὑπὸ τοῦ λαχόντοϲ τὸν κλῆρον. ἅμα δὲ καὶ ἀγωνιᾷ ἐπὶ τῷ κλήρῳ ὁ ἀκροατήϲ.