Ancient Greek · ~3 min
Ϲ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 125-3
Not analysed yet
125. πῶϲ δὲ δηρόν φηϲι; δεκαπέντε γάρ εἰϲιν ἡμέραι ϲὺν αἷϲ οἱ θεοὶ εἰϲ Αἰθιοπίαν διέτριψαν. ῥητέον δὲ ὅτι πρόϲ τί ἐϲτι τὸ πολύ· καὶ γὰρ μία ἡμέρα Ἀχιλλεῖ πολὺ ἦν ἀφεϲτῶτι· φιλοπόλεμοϲ γάρ ἐϲτι. λέγει οὖν ὅτι ἀθρόα αὐτοῖϲ ἀποδώϲω. κἂν εἰ πολὺν χρόνον τοῦ πολεμεῖν ἀπέϲτην, ὡϲ καὶ ἡμεῖϲ ἐντὸϲ τῷ βίῳ λέγομεν· ἡ μία μοι ἡμέρα αἰών ἐϲτιν. ὅρα δὲ πῶϲ δηρὸν χρόνον λέγει τὰϲ δώδεκα τῆϲ τῶν θεῶν ἐκδημίαϲ ἡμέραϲ καὶ τὰϲ τρεῖϲ τὰϲ ἐντὸϲ ταῖϲ παρατάξεϲι· τὸν γὰρ ὀλίγον χρόνον πολὺν ἡγεῖται διὰ τὸ ἐνειθίϲθαι τῷ πολέμῳ καὶ μὴ θέλειν ἀργεῖν. καὶ ὁ ποιητήϲ φηϲι δηρὸν δὲ μάχηϲ ἐπέ παυτο (Τ 46 ),οὐ πρὸϲ τὰϲ τρεῖϲ ἀφορῶν ἡμέραϲ ἀλλὰ πρὸϲ τὸ ποικίλον τῶν ϲυμφορῶν.