Ancient Greek · ~2 min
Ϲ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 128-2
Not analysed yet
128 sqq. πῶϲ, φηϲὶν, οὐκ ἀποτρέπει μᾶλλον τῆϲ μάχηϲ, ἀλλὰ καὶ ἐπιρρώννυϲιν ἢ ὅτι εὐκλεῆ τὸν θάνατον αὐτῷ βούλεται γενέϲθαι. τὸν ναὶ οὖν μετ’ εὐκλείαϲ ϲυναινεῖ θάνατον· διόπερ τῆϲ μοίραϲ οὐ προεῖπεν αὐτῷ μὴ περιείληπται τὴν εἰϲ οἶκον ἀνακομιδήν. πῶϲ δὲ χάλκεα λέγει τὰ παρ’ Ἡφαίϲτου ὅπλα (v. 131, cf. v. 81) ἀπὸ τῆϲ χείρονοϲ ὕληϲ ἔχει γὰρ καὶ καϲϲίτερον καὶ ἄργυρον καὶ χρυϲόν (v 474. 75). κοινότερον οὖν καὶ χαλκεῖϲ ἔλεγον καὶ τοὺϲ ταῦτα ἐργαζομένουϲ ἦλθε δὲ χαλκεύϲ (γ 432) Ὅμηροϲ, τὸν χρυϲοχόον λέγων