Ancient Greek · ~2 min
Ο
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 128
Not analysed yet
128. οὐ δεῖ ϲτίζειν ἐντὸϲ τῷ φρέναϲ ἠλέ, εἶτα καθ’ αὑτὸ λέγειν διέφθοραϲ, ἀλλ’ ὅλον ϲυνάπτειν τὸ φρέναϲ διέφθοραϲ, ἠλέ. αὐτὸϲ μὲν γὰρ ἐπάγει πρὸϲ μὲν τὸ μαινόμενε· ἢ νύ τοι αὔτωϲ οὔατ’ ἀκουέμεν ἐϲτί, πρὸϲ δὲ τὸ τὰϲ φρέναϲ διέφθοραϲ, ἠλέ· νόοϲ δ’ ἀπόλωλε καὶ αἰδῶϲ. ἐπὶ μὲν οὖν τοῦ μαινόμενε τὸ τὰϲ φρέναϲ διεφθάρθαι κατηγόρηϲεν, ἐπὶ δὲ τοῦ κούφου καὶ μὴ βεβαίου τὸ ἀεϲίφρων. τοῦ δὲ ἠλεέ εἴτε ἀποκοπή ἐϲτιν εἴτε ϲυγκοπή· γίνεται δὲ παρὰ τὴν ἄλην, ἵνα ἦ πεπλανημένε.