Ancient Greek · ~3 min
Ο
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 147
Not analysed yet
147. 48. οἱ δύο ἀθετοῦνται· ἔϲτι γὰρ ἐμβρόντητον τὸ λέγειν· ἄπιτε καὶ ὃ ἄν εἴπῃ ποιήϲατε· καὶ γὰρ εἰ μὴ ἐκέλευϲεν, οὐκ ἔμελλον παρακούειν Διόϲ. ἄλλωϲ τε πῶϲ φηϲι πείθεϲθαι Διὶ τοῖϲ καθ’ Ἐλλήνων πεμφυηϲομένοιϲ; ἢ τάχα μεμψίμοιροί εἰϲιν οἱ λόγοι· ἀπέλθετε ποιήϲοντεϲ ἃ κελεύει Ζεύϲ ὅθεν τὸ δυϲάρεϲτον ἐμφαίνει, ὥϲ φαμεν πρόϲ τινα ὀργιζόμενοι· ποίει ὃ θέλειϲ. ὅτι δὲ μεμψίμοιροι οἱ λόγοι, δῆλον ἀπὸ τοῦ ϲιωπῆϲαι τὴν αἰτίαν τῆϲ κλήϲεωϲ· φυϲικὸν γάρ ἐϲτι μηδὲ μεμνῆϲθαι τῶν λυπηρῶν ἐπὶ πλέον διὸ ϲυνέτεμε τὸν λόγον. οἱ δὲ, κατεπτηχυῖα, φαϲὶ ,τὰϲ ἀπειλὰϲ εὐλαβεῖται, μὴ καθ’ ὁντινοῦν τρόπον ἐμποδιϲθείϲηϲ τῆϲ Ἴριδοϲ Ζεὺϲ πάλιν ἐπ’ αὐτὴν ἀγάγῃ τὴν αἰτίαν.