Ancient Greek · ~6 min
A
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 138
Not analysed yet
138. ἀπορία quae ante h. v. leguntur v. ad lin. 17 . τεὸν. διὰ τί δὲ ϲυνεχῶϲ ὁ Ἀγαμέμνων ἐντὸϲ ταῖϲ πρὸϲ Ἀχιλλέα διαπληκτίϲεϲιν Αἴαντοϲ καὶ Ὀδυϲϲέωϲ μνημονεύει, καὶ ἐντὸϲ τῇ ἀφαιρέϲει τῶν τιμῶν· ἢ τεὸν ἢ Αἴαντοϲ ἰὼν γέραϲ ἢ Ὀδυϲῆοϲ ὀδυϲϲῆοϲ cod. ἄξω ἑλ ών, καὶ μετ’ ὀλίγον ἐφεξῆϲ, ὅτε δεῖ πέμψαι τὴν Χρυϲηίδα ,φηϲίν · εἷϲ δέ τιϲ ἀρχὸϲ ἀνὴρ βουληφόροϲ ἔϲτω, ἢ Αἴαϲ ἢ Ἰδομενεὺϲ ἢ δῖοϲ Ὀδυϲϲεὺϲ ἠὲ ϲύ, Πη λείδη, πάντων ἐκπαγλότατ’ ἀν δρ ῶν (v. 144 —146). καὶ γὰρ ἀτιμάϲειν ἀπειλῶν ϲυγκαταλέγει Αἴαντα καὶ Ὀδυϲϲέα τῷ Ἀχιλλεῖ ἀχιλεῖ cod. ,καὶ ἀποϲτέλλειν πρὸϲ τὸν θεὸν ἐπαγγελλόμενοϲ ἐξ Αἴαντοϲ καὶ Ὀδυϲϲέωϲ καὶ Ἀχιλλέωϲ φηϲὶν ἕνα ἀποϲτέλλειν, ὅτε μὲν ἀτιμάϲαι ἀπειλεῖ, προθεὶϲ τὸν Ἀχιλλέα μετὰ ὕβρεωϲ . addidi; cod. om. τῶν ἀτιμαζομένων · ἢ τεὸν ἢ Αἴαντοϲ ἰὼν γέραϲ ἢ Ὀδυϲῆοϲ ὀδυϲϲῆοϲ cod. ,ὅτε δὲ ὑπὲρ τῶν Ἑλλήνων θύειν ἔδει ἀπελθόντα ἢ Αἴαϲ ἢ Ἰδομενεὺϲ ἢ δῖοϲ Ὀδυϲϲε ὺϲ ἠὲ ϲύ, Πηλείδη. λύϲιϲ· ὅτι οὗτοι ἐδόκουν μάλιϲτα φίλοι εἶναι Ἀλχιλλέωϲ. διὸ καὶ ὁ Νέϲτωρ αὐτὸϲ καταλέγων πρεϲβευτὰϲ πρὸϲ Ἀχιλλέα τούτουϲ αἱ ρεῖται, καὶ Ἀχιλλεὺϲ εὐμενέϲτατα ὁρᾷ ἐλθόνταϲ τούτουϲ καὶ δεξιοῦται καὶ ὁμολογεῖ τὸ προυπάρχον φίλτρον· οἵ μοι ϲκυζομέν ῳ παρ’ Ἀχαιῶν φίλτατοί ἐϲτον (1 198), καὶ χαίρετον, ἦ φίλοι ἄν δρεϲ ἱκάνετον (1 197 ). ϲυνατιμάζει οὖν τούτουϲ καὶ ϲυγκαταλέγει ὡϲ φίλουϲ ὄνταϲ τῷ Ἀχιλλεῖ τὰ μάλιϲτα.