Ancient Greek · ~4 min
Β
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 144
Not analysed yet
144 sqq. διὰ τί δὲ, προειπόντοϲ τοῦ Ἀγαμέμνονοϲ ἐντὸϲ τοῖϲ προβεβουλευμένοιϲ ὑμεῖϲ δ ἄλλοθε ἄλλοϲ ἐρη τύε ιν ἐ πέεϲϲιν (V. 75), ὁρμηϲάντων τῶν Ἑλλήνων ἐπὶ τὰϲ ναῦϲ, οὕτε Ὀδυϲϲεὺϲ οὔτε ἄλλοϲ οὐδεὶϲ τοῦτο ἐποίηϲε ταχέωϲ, ἀλλ’ ὁ μὲν ἕϲτηκεν ἁπλῶϲ μονονουχὶ ουχὶ ἁπτόμενοϲ τῆϲ νηόϲ, οἱ δὲ ἐπὶ τῆϲ ἐκκληϲίαϲ μένουϲι, καὶ παραγράφειν γίνεται ἡ Ἀθηνᾶ ὥϲπερ καθεύδοντα ἐγείρουϲα τὸν Ὀδυϲϲέα; ἢ ὅτι οὐχ οἷόν τε ἦν ὁρμηϲάντων παραχρῆμα ἐπέχεϲθαι αὐτούϲ, θορύβου κατέχοντοϲ τοϲούτου· θεατὰϲ γοῦν ἡμᾶϲ ποιῶν τῆϲ τότε ἀταξίαϲ αὐτῶν ἐπιτραγῳδεῖ ταῦτα τὰ ἔπη· κινήθη δ’ ἀγορὴ ὡϲ κύματα (v. 144). διὸ Ὀδυϲϲεύϲ, μετὰ Νέϲτορα ϲυνέϲει προὔχων, ἵϲταται μὴ καθέλκων τὴν ναῦν, διὰ τούτου δεικνὺϲ ὃ ἐβούλετο καὶ τοὺϲ ἄλλουϲ ποιεῖν. ἔϲτι δὲ Ὀδυϲϲεὺϲ ἱκανώτεροϲ Nέϲτοροϲ πάντα πρᾶξαι τὰ διὰ ϲώματοϲ, τῶν δὲ ἄλλων ϲυνετώτεροϲ. διὸ πρὸϲ τοῦτον ἡ Ἀθηνᾶ ἥκει· οὐ γὰρ πιθανὸν θεοῦ δίχα παυθῆναι τοιοῦτον θόρυβον.