Ancient Greek · ~6 min
Β
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 88
Not analysed yet
88. τὸ νέον ἐρχομενάων ἀποδεδώκαϲιν ἀντὶ τοῦ νεωϲτὶ ἐρχομένων μένων ἀεί, ὡϲ τὸ κεῖνοϲ γὰρ νέον ἄλλοθεν εἰληλούθει (γ 318). τί οὖν ἐϲτι τὸ νεωϲτί ἐξηγούμενοί φαϲιν, ὅτι τὰϲ πτήϲειϲ οὐ διηνεκεῖϲ ποιοῦνται, ἀλλ’ εἰϲ βραχύ, ὥϲτε φανταϲίαν ἀεὶ παρέχεϲθαι ὡϲ ἀρτίωϲ ἐξορμωμένων. ἐμοὶ δὲ δοκεῖ τὴν ὥραν μηνύειν μᾶλλον ὅτε πέτονται, πέτονται δὲ τοῦ ἦροϲ αἰεί, νέον δὲ τὸ ἔαρ ἐκάλουν καὶ νέον ἔτοϲ ἀπὸ τοῦ ἦροϲ προϲηγόρευον. αὐτόϲ τε ἐντὸϲ ἄλλοιϲ ἐκ πλήρουϲ ἔφη ἔαροϲ νέον ἱϲταμένοιο μένοιο (τ 519), πατέρα τε τῶν καιρῶν τὸν χειμῶνα Πυθαγόραϲ καλεῖ. αὗται οὖν κατὰ τὸ νέον ἔαρ ἔρχονται. ὅτι γὰρ τὸ ἔαρ δηλοῖ, ἐπάγει βοτρυδὸν δὲ πέτονται ἐπ᾿ ἄνθεϲιν εἰαρινοῖ ϲιν (B 89). θαυμάϲαι δὲ ἔϲτι Ζηνόδοτον τὸ βοτρυδόν ἐκλαβόντα ἐοικότωϲ βότρυϊ τῷ ὀρνέῳ, ὅπερ αὑτὸ ϲυϲτρέφει ἐντὸϲ τῇ πτήϲει. οὐδεὶϲ γὰρ τῶν παλαιῶν οὐδ’ Ἀριϲτοτέληϲ βότρυν ζῶον ἔγραψε, κέχρηται δὲ Ὅμηροϲ ἐπ’ ἀμπέλου λου τῷ βότρυοϲ ὀνόματι· μέλανεϲ δ’ ἀνὰ βότρυεϲ ἦϲαν (Σ 562). βοτρυδόν οὖν τὸ ἐοικότωϲ βότρυϊ ϲταφυλῆϲ, κατὰ ϲυϲτροφὰϲ γὰρ πέτονται. τονται. τάχα δὲ καὶ ὅτι ἐντὸϲ ϲχήματι βοτρύων ἐκκρέμανται τῶν ἀνθέων, τῶν ῥαγῶν τὴν τραχύτητα μιμούμενοι τῷ πολλὰϲ καθ’ ἑνὸϲ ἐκκρέμαϲθαι. ἐπὶ μὲν οὖν τῶν μελιϲϲῶν τὸ βοτρυδόν λέγει, ἐπὶ δὲ τῶν Ἑλλήνων, οἷϲ τὰϲ μελίϲϲαϲ παραβέβληκεν, ἰλαδὸν εἰϲ ἀγορήν (Β 93), κατὰ ἴλαϲ καὶ ϲυϲτροφάϲ, ὅτι ὡϲ ϲυνήθειϲ καὶ τῆϲ πρὸϲ ἀλλήλουϲ ἑταιρείαϲ εἴχοντο. ἰϲοδυναμεῖ οὖν ἄρα τὸ ἰλαδόν τῷ βοτρυδόν.