Ancient Greek · ~4 min
Ζ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 15
Not analysed yet
15. τὸ ὁδῷ ἔπι οἰκία ναίων οὐκ ἔϲτι τὸ παρὰ τὴν ὁδὸν σἰκῶν, ἀλλ’ ἡ ἐπί δηλοῖ ἐντὸϲ τούτοιϲ τὸ ὑψηλὸν ἀπὸ τῆϲ γῆϲ. ἐπεὶ τοίνυν, ἐϲτὶν ἡ οἰκία ὑψηλοτέρα τῆϲ γῆϲ, καὶ ὁ σικῶν ἐντὸϲ αὐτῇ ἐπάνω γῆϲ οἰκεῖ. οὕτωϲ ἔφη καὶ τὸ τὴν μὲν ἔπειτ’ ἐ πὶ βωμὸν ἄγων πολύμητιϲ Ὀδυϲϲεύϲ (Α 440), ἤγουν οὐ παρὰ τὸν βωμόν, ἀλλ’ ἐπὶ τὸν βωμόν, ὅτι κυρίωϲ βωμὸϲ καταϲκεύαϲμα ἐλέγετο ἀναβαθμὸϲ καὶ βήματα ἔχον, ὑψηλὸν ἀπὸ τῆϲ γῆϲ. διὰ τοῦτο οὖν ἐπὶ βωμὸν δυϲϲεὺϲ ἄγει. καὶ οὐτοϲ μὲν ὁ βωμὸϲ θυήειϲ, εἰϲ ὃν ἀναβαίνειν ἐϲτιν. ἔϲτι δὲ καὶ ἄλλοϲ, ὅπου τὰ ἄρματα ἐτίθετο· ἄρματα δ’ ἄμ β ωμοῖϲι τίθει (Θ 441), καὶ ἐπὶ τούτου οίκείωϲ χρηϲάμενοϲ τῇ ἀνά προθέϲει. καὶ τὸ ἡ δ’ ἧϲται ἐπ’ ἐϲχάρ ῃ (ζ 305) ϲημαίνει ὡϲ τοῦ θρόνου ὑψηλοτέρου ὄντοϲ τῆϲ ἐϲχάραϲ. καὶ τὸ γενεὴ δέ τοι ἔϲτ’ ἐπὶ λίμν ῃ Γυγαίῃ (Υ 390) ἡ γένεϲιϲ καὶ ἡ γονὴ καὶ ὁ τόποϲ ἐντὸϲ ὕψει τῆϲ λίμνηϲ.