Ancient Greek · ~2 min
Ζ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 16
Not analysed yet
16. δοκεῖ ἡ προϲθήκη αὕτη τὸ κάλλιϲτόν τε καὶ βιωφελὲϲ λίζειν ὡϲ οὐκ ὄν καλόν· καίτοι μᾶλλον ἐχρῆν καὶ βοηθόν τινα ἐκ θεῶν τούτῳ ἀναπλάϲαι, ἵν’ ἡμεῖϲ προτρεπώμεθα ἐπὶ τὸ φιλόξενον. ἢ οὖν ἁπλῶϲ ἀναπερνηται, ὡϲ τὸ οὐδὲ ἐκ ηβολίαι (ε 54). ἢ ἀποδοκιμάζει τὴν ἄκριτον φιλοξενίαν καὶ τὸ μὴ ἐπικρίνειν ποῖόϲ τίϲ ἐϲτιν ᾦ μέλλει δεξιὰν ϲυνάπτειν. ἐναρέτων γὰρ ἴδιον οὐχὶ τὸ πάνταϲ φιλεῖν ἀλλὰ τινάϲ· διὸ οὐδένα φίλον ἔϲχεν. εἰτα καὶ ἐπιορκίᾳ μετὰ τῶν ἄλλων ὑπόκειται· τὰ δὲ καλὰ καθαρεύειν ἀπὸ τῶν ἐναντίων ὀφείλει.