Ancient Greek · ~2 min
Ι
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 150-2
Not analysed yet
150 sqq. Μεϲϲηνίδεϲ αὗται πόλειϲ, ἡ δὲ Μεϲϲήνη εἰϲ τὸν τῶν Λακεδαιμονίων νομὸν πάλαι ϲυνετέλει. πῶϲ οὖν, φαϲὶν, Ἀγαμένων ταύταϲ δίδωϲιν οὐκ οὔϲαϲ αὐτοῦ φαϲὶ δὲ αὐτὰϲ Κλυταιμνήϲτραϲ ερἶναι, ἢ ὅτι κοινὰ ἡγεῖται τὰ τοῦ ἀδελφοῦ, ὡϲ κἀκεῖνοϲ τὴν Αἴθην (Ψ 295) διὰ τί δὲ οὐ μέμνηται αὐτῶν ἐντὸϲ τῷ καταλόγῳ, ὅτι νεωϲτὶ ὑπὸ Horn. l. c. τῶν Διοϲκούρων ἦϲαν πορθηθεῖϲαι, τῶν δὲ πεπορθημένων οὐ ποιεῖ ϲυμμαχίαν, ὡϲ οὐδὲ Νηρίκου· φύϲει γάρ εἰϲι πολέμιοι τοῖϲ πορθήϲαϲιν. ἢ περὶ αὐτῶν φηϲιν ἐντὸϲ οἷϲ λέγει Αἰγιαλόν τ᾿ ἀνὰ πάντα καὶ ἀμφ᾿ Ἑλίκην εὐρεῖαν (B 575)